Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ, Chapter 4
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 4.10-5
Not analysed yet
Ἤδη δὲ ὁ τῶν Γότθων στρατὸς ἄγχιστα ἐγεγόνει, καὶ ἐπεὶ διαβαίνειν τὸν ποταμὸν ἔμελλον, ξυγκαλέσας Τουτίλας ἅπαντας τοιαῦτα παρεκελεύσατο· “Αἱ μὲν ἄλλαι ξύμπασαι μάχαι, ὦ ἄνδρες ξυγγενεῖς, ὁμοίαν τινὰ μάχην ἐκ τοῦ ἐπὶ πλεῖστον ἐπαγγελλόμεναι τοῖς στρατοπέδοις ἐς τὴν ἀγωνίαν ὁρμῶσιν, ἡμεῖς δὲ τοῖς πολεμίοις οὐκ ἐξ ἀντιπάλου τῆς τύχης, ἀλλὰ πολλῷ τῷ διαλλάσσοντι χρώμενοι ἐς τὸν ἀγῶνα καθιστάμεθα τόνδε.