Ancient Greek · ~7 min
4.11 to 4.18
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 4.11-2-18
Not analysed yet
οἱ μὲν γὰρ ἡσσηθέντες, ἂν οὕτω τύχοι, οὐκ ἐς μακρὰν ἀναμάχεσθαι πρὸς ἡμᾶς ἕξουσιν. ἔν τε γὰρ τοῖς ὀχυρώμασιν Ἰταλίας ἁπάσης πλῆθος αὐτοῖς στρατιωτῶν ἀπολέλειπται καὶ ἄλλο στράτευμα ἐκ Βυζαντίου αὐτίκα δὴ μάλα ἐπιβοηθήσειν οὐδὲν ἀπεικός. ἡμῶν δὲ ταὐτὸ τοῦτο παθόντων τὸ Γότθων ὄνομα μετὰ τῆς ἐλπίδος ἀπολωλέναι λελείψεται. ἐκ μυριάδων γὰρ εἴκοσιν ἐς πεντακισχιλίους ἡμᾶς ἀποκεκρίσθαι ξυμβέβηκε. τοσαῦτα ὑπειπὼν κἀκεῖνο ὑμᾶς ὑπομνῆσαι οὐκ ἀπὸ τρόπου οἴομαι εἶναι, ὡς ἡνίκα μὲν ξὺν Ἰλδιβάδῳ ὅπλα ἀνταίρειν βασιλεῖ ἔγνωτε, τὸ μὲν πλῆθος ὑμῖν οὐ πλέον ἢ ἐς χιλίους ξυμβιοῦν ἔτυχεν, ἡ δὲ χώρα περιίστατο ξύμπασα ἐς Τικινὸν πόλιν. ἐπεὶ δὲ τῇ ξυμβολῇ γεγόνατε κρείσσους, ἐπίπροσθεν ἡμῖν τά τε τῆς στρατιᾶς καὶ τῆς χώρας κεχώρηκεν. ὥστε ἢν καὶ νῦν ἀνδραγαθίζεσθαι ᾖ βουλομένοις ὑμῖν, προϊόντος, ὡς τὸ εἰκός, τοῦ πολέμου πάμπαν κρατήσειν τῶν ἐναντίων ἐλπίδα ἔχω. τοῖς γὰρ νενικηκόσιν ἀεὶ τὸ πλείοσί τε καὶ δυνατωτέροις γεγονέναι ξυμβαίνει. προθυμείσθω τοίνυν ὑμῶν ἕκαστος παντὶ σθένει τοῖς πολεμίοις ὁμόσε χωρεῖν τὴν μάχην ἐξεπιστάμενος τὴν νῦν οὐκ εὐδοκιμηκόσιν ἡμῖν ἀναμάχεσθαι πρὸς τοὺς ἐναντίους ἀμήχανον. ἄξιον δὲ ἡμᾶς μετὰ τῆς ἀγαθῆς ἐλπίδος τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι, τῇ τῶν ἀνδρῶν ἀδικίᾳ θαρροῦντας. οὕτω γὰρ αὐτοῖς τὰ ἐς τοὺς κατηκόους βεβίωται ὥστε Ἰταλιώταις τανῦν τῆς τετολμημένης οὐ δέον αὐτοῖς ἐς Γότθους προδοσίας κολάσεως οὐδεμιᾶς ἑτέρας προσδεῖ. οὕτω ξυλλήβδην εἰπεῖν ξύμπαντα αὐτοῖς τὰ κακὰ πρὸς τῶν ὑποδεχθέντων γενέσθαι ξυνέβη. τί δ’ ἂν πολεμίων εὐαλωτότερον γένοιτο οἷς γε τὰ ἐκ θεοῦ δῆτα πεπραγμένα οὐχ ὑγιῶς ἔχει; καὶ μὴν καὶ τῷ ἐξ ἡμῶν ἐς αὐτοὺς δέει εὐέλπιδας ἂν ἡμᾶς ἐς τὸν ἀγῶνα γίνεσθαι πρέποι. οὐ γὰρ ἐπ’ ἄλλους τινὰς ἀνθρώπων χωροῦμεν ἢ ὅσοι ἔναγχος ἐν μέσῃ Βερώνῃ γενόμενοι μεθέντες τε οὐδενὶ λόγῳ, καίπερ διώκοντος τῶν πάντων αὐτοὺς οὐδενός, οὕτω δὴ αἰσχρῶς ἐς φυγὴν ὥρμηντο.”