Ancient Greek · ~3 min
4.11 to 4.13
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 4.11-13
Not analysed yet
οἱ δὲ κατὰ ταῦτα ἐποίουν, καὶ ἐπεὶ τῆς διώρυχος ἀγχοτάτω ἐγένοντο, ἐς ὀλίγους σφᾶς ξυναγαγόντες διέβησαν ἅπαντες καὶ τῷ ἄλλῳ στρατῷ ἀνεμίγνυντο. οἱ δὲ Πέρσαι ξυνεῖναι τῆς ἐπιβουλῆς οὐδαμῆ ἔχοντες κατὰ κράτος ἐν πεδίῳ λίαν ὑπτίῳ ἐδίωκον, θυμῷ πολλῷ ἐς τοὺς πολεμίους ἐχόμενοι, ἔς τε τὴν τάφρον ἐμπεπτώκασιν ἅπαντες, οὐχ οἱ πρῶτοι μόνον, ἀλλὰ καὶ ὅσοι ὄπισθεν εἵποντο· ἅτε γὰρ τὴν δίωξιν ξὺν θυμῷ μεγάλῳ, καθάπερ ἐρρήθη, ποιούμενοι, ὡς ἥκιστα ᾔσθοντο τοῦ κακοῦ ὃ δὴ ξυντετύχηκε τοῖς ἔμπροσθεν ἰοῦσιν, ἀλλ’ ὑπὲρ αὐτοὺς ξὺν τοῖς ἵπποις τε καὶ δόρασιν ἐμπεπτωκότες ἐκείνους τε, ὡς τὸ εἰκός, ἔκτειναν καὶ αὐτοὶ οὐδέν τι ἧσσον ξυνδιεφθάρησαν.