Ancient Greek · ~7 min
4.14 to 4.23
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 4.14-2-23
Not analysed yet
Γιζέριχος μὲν οὖν ἔν τε τῇ μάχῃ ἐγένετο ἀνὴρ ἀγαθὸς καὶ τὴν νίκην ὡς ἀσφαλέστατα διεφύλαξε καὶ Ὁνώριχον τὸν παῖδα τῆς φιλίας αὐτοῖς ἐπὶ μέγα χωρούσης ἀπέλαβεν. ἐν δὲ δὴ Ῥώμῃ Πλακιδία μὲν πρότερον ἐτελεύτα, ἔπειτα δὲ Βαλεντινιανὸς ὁ ταύτης υἱός, ἄπαις ἀρσενογόνου, θυγατέρε μέντοι αὐτῷ δύο ἐξ Εὐδοξίας τῆς Θεοδοσίου παιδὸς ἐγενέσθην. ὅτῳ δὲ τρόπῳ Βαλεντινιανὸς ἐτελεύτα, λέξων ἔρχομαι. Μάξιμός τις ἦν ἐκ γερουσίας ἀνὴρ Ῥωμαῖος, ἐκ τῆς ἐκείνου Μαξίμου οἰκίας ὃν ὁ πρεσβύτερος Θεοδόσιος τυραννοῦντα καθελὼν ἔκτεινεν· ὑπὲρ οὗ δὴ καὶ τὴν ἐνιαύσιον ἑορτὴν ἄγουσι Ῥωμαῖοι τῆς τοῦ Μαξίμου ἥσσης ἐπώνυμον. οὗτος ὁ νεώτερος Μάξιμος γυναικὶ ξυνῴκει σώφρονί τε τὸν τρόπον καὶ τὸ κάλλος διαβοήτῳ ἐς ἄγαν οὔσῃ. διὸ δὴ αὐτῇ ἐς κοίτην ἐλθεῖν Βαλεντινιανῷ τις ἐπιθυμία ἐγένετο. καὶ ἐπεὶ βουλομένῳ αὐτῇ ξυγγενέσθαι ἀμήχανα ἦν, ἐβούλευσέ τε ἀνόσια ἔργα καὶ ἐπιτελῆ ταῦτα ἐποίησε. μεταπεμψάμενος γὰρ τὸν Μάξιμον ἐς παλάτιον ξὺν αὐτῷ ἐς τὸ πεττεύειν καθίστατο, καὶ χρυσίον ῥητὸν ἐτέτακτο ἡ ζημία τῷ ἡσσηθέντι· νενικηκὼς δὲ ὁ βασιλεὺς ἐν τούτῳ τῷ ἔργῳ καὶ τὸν Μαξίμου δακτύλιον ἐνέχυρον τῷ ξυγκειμένῳ κεκομισμένος ἐς τὴν ἐκείνου οἰκίαν πέμπει, εἰπεῖν ἐπιστείλας τῇ γυναικὶ ὅτι δὴ αὐτὴν κελεύει Μάξιμος ὡς τάχιστα ἐς παλάτιον ἥκειν τὴν βασιλίδα Εὐδοξίαν ἀσπασομένην. καὶ ἡ μὲν τὸν λόγον τῷ δακτυλίῳ τεκμηραμένη Μαξίμου εἶναι ἐσβᾶσα εἰς τὸ φορεῖον κομίζεται ἐς τὴν βασιλέως αὐλήν. λαβόντες δὲ αὐτὴν οἷς δὴ αὕτη ἐκ βασιλέως ἡ ὑπουργία ἐπέκειτο, εἰσάγουσιν εἴς τι δωμάτιον τῆς γυναικωνίτιδος μακρὰν ἄποθεν, οὗ δὴ αὐτῇ ὁ Βαλεντινιανὸς ἐντυχὼν οὔτι ἑκουσίαν βιάζεται. ἡ δὲ μετὰ τὴν ὕβριν ἐς τοῦ ἀνδρὸς τὴν οἰκίαν ἐλθοῦσα δεδακρυμένη τε καὶ τῇ συμφορᾷ ὡς ἔνι μάλιστα περιαλγοῦσα πολλὰς ἐπέβαλε τῷ Μαξίμῳ ἀράς, ἅτε τοῖς πεπραγμένοις τὴν αἰτίαν παρασχομένῳ.