Ancient Greek · ~7 min
4.24 to 4.31
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 4.24-31
Not analysed yet
περιώδυνος τοίνυν ὁ Μάξιμος τοῖς ξυμπεσοῦσι γενόμενος αὐτίκα μὲν εἰς ἐπιβουλὴν τοῦ βασιλέως καθίστατο· ὡς δὲ τὸν Ἀέτιον ἑώρα μέγα δυνάμενον, ὃς καὶ Ἀττίλαν ἄρτι ἐνενικήκει στρατῷ μεγάλῳ Μασσαγετῶν τε καὶ τῶν ἄλλων Σκυθῶν ἐς τὴν Ῥωμαίων ἀρχὴν ἐσβαλόντα, ἐνθύμιόν οἱ ἐγένετο ὥς οἱ Ἀέτιος ἐς τὰ πρασσόμενα ἐμπόδιος ἔσται. ταῦτά τε διανοουμένῳ ἄμεινον ἔδοξεν εἶναι τὸν Ἀέτιον ἐκποδὼν ποιήσασθαι πρότερον, οὐδὲν ποιησαμένῳ ὅτι ἐς αὐτὸν περιέστηκε πᾶσα ἡ Ῥωμαίων ἐλπίς. τῶν δὲ ἀμφὶ τὴν βασιλέως θεραπείαν εὐνούχων εὐνοϊκῶς οἱ ἐχόντων, ἀνέπεισε ταῖς αὐτῶν μηχαναῖς βασιλέα ὡς νεωτέροις πράγμασιν ἐγχειροίη Ἀέτιος. Βαλεντινιανὸς δὲ ἄλλῳ οὐδενὶ ὅτι μὴ τῇ Ἀετίου δυνάμει τε καὶ ἀρετῇ τεκμηριώσας τὸν λόγον ὑγιᾶ εἶναι κτείνει τὸν ἄνδρα. ὅτε δὴ καὶ Ῥωμαίων τις ἔπος εἰπὼν ηὐδοκίμησεν. ἐρομένου γὰρ αὐτὸν βασιλέως εἴ οἱ καλῶς ὁ τοῦ Ἀετίου θάνατος ἐργασθείη, ἀπεκρίνατο λέγων οὐκ ἔχειν μὲν εἰδέναι τοῦτο εἴτε εὖ εἴτε πη ἄλλῃ αὐτῷ εἴργασται, ἐκεῖνο μέντοι ὡς ἄριστα ἐξεπίστασθαι, ὅτι αὑτοῦ τὴν δεξιὰν τῇ ἑτέρᾳ χειρὶ ἀποτεμὼν εἴη. Ἀετίου γοῦν τελευτήσαντος Ἀττίλας, οὐδενός οἱ ἀντιπάλου ὄντος, Εὐρώπην τε ξύμπασαν πόνῳ οὐδενὶ ἐληίζετο καὶ βασιλείαν ἑκατέραν ἐπακούουσαν ἐς φόρου ἀπαγωγὴν ἔσχε. δασμοὶ γὰρ αὐτῷ πρὸς τῶν βασιλέων ἐπέμποντο ἀνὰ πᾶν ἔτος. τότε τῷ Ἀττίλᾳ πόλιν Ἀκυληίαν πολιορκοῦντι μεγάλην τε καὶ ἀτεχνῶς πολυάνθρωπον, παραλίαν μέν, ἐκτὸς δὲ κόλπου τοῦ Ἰονίου οὖσαν, τοιόνδε φασὶν εὐτύχημα ξυνενεχθῆναι. λέγουσι γὰρ αὐτόν, ἐπειδὴ οὔτε βίᾳ οὔτε τῳ ἄλλῳ τρόπῳ οἷός τε ἦν τὸ χωρίον ἑλεῖν, πρός τε τὴν προσεδρείαν ἀπειπεῖν, ἤδη ἐπὶ μακρότατον γεγενημένην, καὶ ἅπαν κελεῦσαι τὸ στράτευμα τὰ ἐς τὴν ἀναχώρησιν ἐν παρασκευῇ αὐτίκα δὴ μάλα ποιήσασθαι, ὅπως δὴ τῇ ὑστεραίᾳ ἐνθένδε ἅπαντες ἐξανιστῶνται ἅμα ἡλίῳ ἀνίσχοντι.