Ancient Greek · ~7 min
4.19 to 4.26
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 4.19-26
Not analysed yet
κύνα δὲ θαλάσσιον ὑπερφυᾶ τε καὶ δεινῶς ἄγριον ἐραστὴν τοῦ θεάματος τούτου γενόμενον ἕπεσθαι κατ’ ἴχνος αὐτῷ, οὔτε νύκτα ἀνιέντα οὔτε ἡμέραν, ἀλλὰ καὶ ἡνίκα τροφῆς ἐπιμελεῖσθαι ἀναγκασθείη, ἐνταῦθα μέν τι περισκοπεῖσθαι τῶν ἐδωδίμων, εὑρόντα δέ τι καὶ ἀνελόμενον ἐσθίειν μὲν ὅτι τάχιστα, καταλαβόντα δὲ αὐτίκα δὴ μάλα τὸν κτένα θεάματος αὖθις τοῦ ἐρωμένου ἐμπίπλασθαι. καί ποτε τῶν τινα γριπέων φασὶ τὰ μὲν ποιούμενα ἐπιδεῖν, ἀποδειλιάσαντα δὲ τὸ θηρίον ἀποκνῆσαι τὸν κίνδυνον, ἔς τε τὸν βασιλέα Περόζην ἅπαντα τὸν λόγον ἀνενεγκεῖν. ἃ δὴ τῷ Περόζῃ ἀκούσαντι πόθον φασὶ τοῦ μαργάρου γενέσθαι μέγαν, πολλαῖς τε ἀπ’ αὐτοῦ θωπείαις τὸν ἀσπαλιέα τοῦτον καὶ ἀγαθῶν ἐλπίσιν ἐπᾶραι. ὃν δὴ ἀντιτείνειν αἰτουμένῳ δεσπότῃ οὐκ ἔχοντα λέγουσι τάδε τῷ Περόζῃ εἰπεῖν “Ὠ δέσποτα, ποθεινὰ μὲν ἀνθρώπῳ χρήματα, ποθεινοτέρα δὲ ἡ ψυχή, πάντων μέντοι ἀξιώτατα τέκνα. ὧν δὴ τῇ στοργῇ ἀναγκασθεὶς φύσει ἴσως ἄν τις καὶ πάντα τολμήσειεν. ἐγὼ τοίνυν τοῦ τε θηρίου ἀποπειράσεσθαι καὶ τοῦ μαργάρου σε κύριον· θήσεσθαι ἐλπίδα ἔχω. καὶ ἢν μὲν κρατήσω τοῦ ἀγῶνος τούτου, εὔδηλον ὡς ἐν τοῖς καλουμένοις ὀλβίοις τὸ ἐνθένδε τετάξομαι. σέ τε γὰρ πᾶσιν ἀγαθοῖς με δωρήσεσθαι ἅτε βασιλέων βασιλέα οὐδὲν ἀπεικός, καὶ ἐμοὶ ἀποχρήσει, καίπερ οὐδέν, ἂν οὕτω τύχοι, κεκομισμένῳ, τὸ δεσπότου εὐεργέτην τοῦ ἐμοῦ γεγενῆσθαι. εἰ δὲ ἐμὲ δεῖ τῷ θηρίῳ τούτῳ ἁλῶναι, σὸν δὴ ἔργον ἔσται, ὦ βασιλεῦ, τοὺς παῖδας τοὺς ἐμοὺς θανάτου τοῦ πατρῴου ἀμείψασθαι. οὕτω γὰρ ἐγὼ μὲν καὶ τετελευτηκὼς ἐν τοῖς ἀναγκαιοτάτοις ἔμμισθος ἔσομαι, σὺ δὲ ἀρετῆς δόξαν ἀποίσῃ μείζω. τὰ παιδία γὰρ ὠφελῶν εὖ ποιήσεις ἐμὲ ὅσπερ σοι τῆς εὐεργεσίας τὴν χάριν οὐδαμῆ εἴσομαι. αὕτη γὰρ ἂν εὐγνωμοσύνη ἀκίβδηλος γένοιτο μόνη ἡ ἐς τοὺς ἀποθανόντας ἐπιδειχθεῖσα.”