Ancient Greek · ~7 min
4.27 to 4.35
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 4.27-35
Not analysed yet
τοσαῦτα εἰπὼν ἀπηλλάσσετο. καὶ ἐπεὶ ἐς τὸν χῶρον ἀφίκετο ἵνα δὴ ὅ τε κτεὶς νήχεσθαι καὶ ὁ κύων αὐτῷ εἴθιστο ἕπεσθαι, ἐνταῦθα ἐπὶ πέτρας ἐκάθητό τινος, καιροφυλακῶν εἴ πως ἔρημόν ποτε τὸ μάργαρον τοῦ ἐραστοῦ λάβοι. ἐπειδὴ δὲ τῷ κυνὶ τάχιστα τῶν τινι ἐς τὴν θοίνην οἱ ἐπιτηδείως ἐχόντων ἐντετυχηκέναι ξυνέπεσε καὶ περὶ τοῦτο διατριβὴν ἔχειν, ἀπολιπὼν ἐπὶ τῆς ἀκτῆς ὁ ἁλιεὺς τούς οἱ ἐπὶ ταύτῃ δὴ ἑπομένους τῇ ὑπουργίᾳ εὐθὺ τοῦ κτενὸς σπουδῇ πολλῇ ᾔει, καὶ αὐτοῦ ἤδη λαβόμενος ἔξω γενέσθαι κατὰ τάχος ἠπειγετο. οὗ δὴ ὁ κύων αἰσθόμενος ἐβοήθει ἐνταῦθα. ἰδών τε αὐτὸν ὁ σαγηνευτής, ἐπεὶ καταλαμβάνεσθαι τῆς ἠιόνος οὐ μακρὰν ἔμελλε, τὸ μὲν θήραμα ἠκόντισεν ἐς τὴν γῆν δυνάμει τῇ πάσῃ, αὐτὸς δὲ ἁλοὺς διεφθάρη οὐ πολλῷ ὕστερον. ἀνελόμενοι δὲ τὸ μάργαρον οἱ ἐπὶ τῆς ἀκτῆς λελειμμένοι τῷ τε βασιλεῖ ἀπεκόμισαν καὶ τὰ ξυνενεχθέντα πάντα ἐσήγγειλαν. τὰ μὲν οὖν ἀμφὶ τῷ μαργάρῳ τούτῳ τῇδε, ᾗπερ ἐρρήθη, Πέρσαι ξυνενεχθῆναί φασιν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι. Οὕτω μὲν Περόζης τε διεφθάρη καὶ ξύμπασα ἡ Περσῶν στρατιά. εἰ γάρ τις οὐκ ἐμπεπτωκὼς ἐς τὴν διώρυχα ἔτυχεν, ὅδε ὑπὸ τῶν πολεμίων ταῖς χερσὶ γέγονε. καὶ ἀπ’ αὐτοῦ νόμος τέθειται Πέρσαις μή ποτε σφᾶς ἐν γῇ πολεμίᾳ ἐλαύνοντας δίωξιν ποιεῖσθαί τινα, ἢν καὶ κατὰ κράτος τοὺς ἐναντίους σφίσι τραπῆναι ξυμβαίη. ὅσοι μέντοι Περόζῃ οὐ ξυστρατεύσαντες ἐν χώρᾳ τῇ αὑτῶν ἔμειναν, οὗτοι δὴ βασιλέα σφίσι Καβάδην εἵλοντο τὸν νεώτατον Περόζου υἱόν, ὅσπερ τηνικαῦτα περιῆν μόνος. τότε δὴ Ἐφθαλίταις κατήκοοι ἐς φόρου ἀπαγωγὴν ἐγένοντο Πέρσαι, ἕως Καβάδης τὴν ἀρχὴν ἰσχυρότατα κρατυνάμενος φόρον αὐτοῖς ἀποφέρειν τὸν ἐπέτειον οὐκέτι ἠξίου. ἦρξαν δὲ Περσῶν οἱ βάρβαροι οὗτοι ἐνιαυτοὺς δύο.