Ancient Greek · ~2 min
4.19 to 4.20
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 4.19-2-20
Not analysed yet
Τοσαῦτα ὁ Τουτίλας παρακελευσάμενος τῶν οἱ ἑπομένων τριακοσίους ἐκέλευεν, ὅσον ἀπὸ σταδίων εἴκοσι τὸν ποταμὸν διαβαίνοντας, κατόπισθεν τοῦ τῶν πολεμίων στρατοπέδου γενέσθαι, καὶ ἐπειδὰν ἡ μάχη ἐν χερσὶ γένηται, κατὰ νώτου αὐτῶν ἰόντας βάλλειν τε καὶ ἐνοχλεῖν δυνάμει τῇ πάσῃ, ὅπως ἐκεῖνοι ξυνταραχθέντες οὐδεμιᾶς ἀλκῆς μνήσονται. αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ στρατῷ αὐτίκα τὸν ποταμὸν διαβὰς εὐθὺ τῶν ἐναντίων ἐχώρει·