Ancient Greek · ~5 min
4.21 to 4.26
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 4.21-26
Not analysed yet
ἡμῖν δὲ πάρεστιν Ἀλαμούνδαρον δεικνύναι τὸν σὸν γῆν ἔναγχος καταδραμόντα τὴν ἡμετέραν ἔργα ἐν σπονδαῖς διαπεπρᾶχθαι ἀνήκεστα, χωρίων ἁλώσεις, χρημάτων ἁρπαγάς, ἀνθρώπων φόνους τε καὶ ἀνδραποδισμοὺς τοσούτων τὸ πλῆθος, ὑπὲρ ὧν σε οὐκ αἰτιᾶσθαι ἡμᾶς, ἀλλ’ ἀπολογεῖσθαι δεήσει. τὰ γὰρ τῶν ἠδικηκότων ἐγκλήματα αἱ πράξεις, οὐχ αἱ διάνοιαι, δηλοῦσι τοῖς πέλας. ἀλλὰ καὶ τούτων τοιούτων ὄντων ἡμεῖς μὲν ἔχεσθαι καὶ ὣς τῆς εἰρήνης ἐγνώκαμεν, σὲ δὲ πολεμησείοντα ἐπὶ Ῥωμαίους ἀκούομεν ἀναπλάττειν αἰτίας οὐδαμόθεν ἡμῖν προσηκούσας. εἰκότως· οἱ μὲν γὰρ τὰ παρόντα περιστέλλειν ἐν σπουδῇ ἔχοντες καὶ σφόδρα ἐγκειμένας ἀποσείονται τὰς ἐπὶ τοὺς φίλους αἰτίας, οὓς δὲ ὁ τῆς φιλίας οὐκ ἀρέσκει θεσμός, καὶ τὰς οὐκ. οὔσας ἐφίενται πορίζεσθαι σκήψεις. ἀλλὰ ταῦτα μὲν οὐδὲ τοῖς τυχοῦσιν ἀνθρώποις, μή τί γε δὴ βασιλεῦσι, πρέπειν ἂν δόξειε. σὺ δὲ τούτων ἀφέμενος σκόπει μὲν τὸ μέτρον τῶν ἑκατέρωθεν κατὰ τὸν πόλεμον ἀπολουμένων καὶ τίς ἂν εἴη τῶν ξυμπεσουμένων τὴν αἰτίαν φέρεσθαι δίκαιος, λογίζου δὲ τοὺς ὅρκους, οὓς δὴ ὀμοσάμενός τε καὶ τὰ χρήματα κομισάμενος, εἶτα ἀτιμάσας οὐ δέον τέχναις τισὶν ἢ σοφίσμασι παραγαγεῖν οὐκ ἂν δύναιο· τὸ γὰρ θεῖον κρεῖσσον ἢ ἐξαπατᾶσθαι πέφυκε πρὸς πάντων ἀνθρώπων.” ταῦτα ἐπεὶ ὁ Χοσρόης ἀπενεχθέντα εἶδεν, ἐν μὲν τῷ αὐτίκα οὔτε τι ἀπεκρίνατο οὔτε τὸν Ἀναστάσιον ἀπεπέμψατο, ἀλλ’ αὐτοῦ μένειν ἠνάγκαζεν.