Ancient Greek · ~7 min
4.10 to 4.20
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 4.10-2-20
Not analysed yet
ἐν ἑτέρᾳ τε εἰσβολῇ τούς τε Ἰλλυριοὺς καὶ Θεσσαλοὺς ληισάμενοι, τειχομαχεῖν μὲν ἐνεχείρησαν ἐν Θερμοπύλαις, τῶν δὲ ἐν τοῖς τείχεσι φρουρῶν καρτερώτατα ἀμυνομένων διερευνώμενοι τὰς περιόδους παρὰ δόξαν τὴν ἀτραπὸν εὗρον ἣ φέρει εἰς τὸ ὄρος ὃ ταύτῃ ἀνέχει. οὕτω τε σχεδὸν ἅπαντας Ἕλληνας πλὴν Πελοποννησίων διεργασάμενοι ἀπεχώρησαν. Πέρσαι δὲ οὐ πολλῷ ὕστερον τὰς σπονδὰς λύσαντες ἔργα Ῥωμαίους τοὺς ἑῴους εἰργάσαντο ἅπερ ἐγὼ αὐτίκα δὴ μάλα δηλώσω. Βελισάριος τῶν Γότθων τε καὶ Ἰταλιωτῶν βασιλέα Οὐίττιγιν καθελὼν ζῶντα ἐς Βυζάντιον ἤνεγκεν. ὅπως δὲ ὁ Περσῶν στρατὸς ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλεν ἐρῶν ἔρχομαι. ἡνίκα Χοσρόου πολεμησείοντος Ἰουστινιανὸς βασιλεὺς ᾔσθετο, παραίνεσίν τε ποιεῖσθαί τινα καὶ τῆς ἐγχειρήσεως αὐτὸν ἀπαγαγεῖν ἤθελεν. ἐτύγχανε δέ τις ἐς Βυζάντιον ἥκων ἐκ Δάρας πόλεως, Ἀναστάσιος ὄνομα, δόξαν ἐπὶ ξυνέσει ἔχων, ὃς καὶ τὴν ἐν Δάρας ἔναγχος γενομένην τυραννίδα καταλελύκει. τοῦτον οὖν τὸν Ἀναστάσιον παρὰ Χοσρόην Ἰουστινιανὸς ἔπεμψε γράμματα γράψας· ἐδήλου δὲ ἡ γραφὴ τάδε “Ξυνετῶν μὲν ἀνθρώπων ἐστὶ καὶ οἷς τὰ ἐς τὸ θεῖον ἱκανῶς ἤσκηται πολέμου φυομένας αἰτίας, ἄλλως τε καὶ πρὸς ἄνδρας τὰ μάλιστα φίλους, σθένει παντὶ ἀποτέμνεσθαι· ἀξυνέτων δὲ καὶ τὰ τοῦ θεοῦ σφίσιν αὐτοῖς ῥᾷστα ποιουμένων πολέμια μάχης τε καὶ ταραχῆς ἀφορμὰς οὐδαμῆ οὔσας ἐπιτεχνᾶσθαι. εἰρήνην μὲν γὰρ καταλύσασιν ἐς πόλεμον ἰέναι οὐδὲν πρᾶγμά ἐστιν, ἐπεὶ τῶν ἐπιτηδευμάτων τὰ πονηρότατα καὶ τοῖς τῶν ἀνθρώπων ἀτιμοτάτοις εὔκολα τίθεσθαι ἡ τῶν πραγμάτων νενόμικε φύσις. πόλεμον δὲ κατὰ γνώμην διαθεμένοις αὖθις ἐπὶ τὴν εἰρήνην χωρεῖν ἀνθρώποις οἶμαι οὐ ῥᾴδιον εἶναι. καίτοι σὺ μὲν ἡμῖν γράμματα οὐκ ἐπίτηδες γεγραμμένα ἐπικαλεῖς, ταῦτά τε γνώμῃ αὐτονόμῳ τανῦν ἑρμηνεύειν ἐσπούδακας, οὐχ ᾗπερ ἡμεῖς διανοηθέντες γεγράφαμεν, ἀλλ’ ᾗ σοι τὰ βεβουλευμένα ἐπιτελεῖν οὐκ ἄνευ τινὸς παραπετάσματος ἐφιεμένῳ ξυνοίσειν δοκεῖ.