Ancient Greek · ~8 min
4.22 to 4.32
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 4.22-2-32
Not analysed yet
οἱ μὲν οὖν ἄλλοι κατωρρωδηκότες ἡσυχῆ ἔμενον, Ἀρταβάζης δὲ αὐτῷ ἐς ἀγῶνα κατέστη μόνος. ἄμφω τοίνυν τὼ ἵππω κατ’ ἀλλήλοιν ἐλάσαντε, ἐπειδὴ ἄγχιστα ἵκοντο, τὰ δόρατα ὤθουν, Ἀρταβάζης δὲ προτερήσας ἔφθασε τὸν Οὐάλαριν ἐς πλευρὰν τὴν δεξιὰν παίσας. ὁ δὲ βάρβαρος καιρίαν τυπεὶς ὕπτιος ἐς τὴν γῆν πεσεῖν ἔμελλεν, ἀλλά οἱ τὸ δόρυ ἐξόπισθεν ἐπὶ τὸ ἔδαφος ἐπὶ πέτρας τινὸς ἐρεισθὲν πεσεῖν αὐτὸν οὐδαμῆ εἴα. ὁ δὲ Ἀρταβάζης ἐνέκειτο ἔτι μᾶλλον τὸ δόρυ ἐς τὰ τοῦ ἀνδρὸς ὠθῶν ἔγκατα. οὔπω γὰρ αὐτὸν ἤδη ἁλῶναι καιρίᾳ πληγῇ ὑπετόπαζεν. οὕτω τε ξυνέβη Οὐαλάριδος τὸ τοῦ δόρατος ἄκρον σιδήριον σχεδόν τι ὀρθὸν γεγενημένον τοῦ Ἀρταβάζου θώρακος ἅπτεσθαι, κατὰ βραχύ τε προϊὸν διελθεῖν μὲν τὸν θώρακα ὅλον, ὀλισθῆσαν δὲ τοῦ δέρματος ἀμφὶ τὸν Ἀρταβάζου αὐχένα ψαῦσαι. τύχῃ τέ τινι ἀρτηρίαν ἐνταῦθά πη οὖσαν ἐπίπροσθεν ἰὼν ὁ σίδηρος τέμνει, καὶ ῥύσις αὐτίκα πολλοῦ αἵματος ἦν. αἴσθησις δὲ ὀδύνης οὐδεμία τῷ ἀνθρώπῳ ἐγίνετο, ἀλλ’ αὐτὸς μὲν ἐς τὸ Ῥωμαίων στράτευμα τὸν ἵππον ἀπήλαυνεν, Οὐάλαρις δὲ νεκρὸς αὐτοῦ ἔπεσε. καὶ Ἀρταβάζης δέ, τοῦ αἵματος οὐκέτι λωφήσαντος, τρίτῃ ὕστερον ἡμέρᾳ ἐξ ἀνθρώπων ἠφάνιστο, Ῥωμαίοις τε κατέσεισε τὴν πᾶσαν ἐλπίδα, ἐπεὶ καὶ τότε ἀπόμαχος ἐν τῇ ξυμβολῇ ταύτῃ γενόμενος οὐκ ἐπὶ μικροῖς τὰ πράγματα αὐτὸς ἔσφηλεν. ὁ μὲν γὰρ ἔξω βελῶν γεγονὼς τοῦ τραύματος ἐπεμελεῖτο, τὰ δὲ στρατεύματα ἄμφω ἐς χεῖρας ἦλθον. Καρτερᾶς δὲ γενομένης τῆς ξυμβολῆς οἱ τριακόσιοι βάρβαροι κατόπισθεν τοῦ Ῥωμαίων στρατοῦ ὁδῷ ἰόντες ἐκ τοῦ αἰφνιδίου ἐφάνησαν, οὓς δὴ κατιδόντες Ῥωμαῖοι καὶ πολὺ πλῆθος εἶναι τῶν σφίσι μαχομένων οἰόμενοι ἔς τε ὀρρωδίαν ἔπεσον καὶ αὐτίκα ἐς φυγὴν ὥρμηντο, ὥσπερ ἑκάστῳ δυνατὰ γέγονε. φεύγοντάς τε οἱ βάρβαροι οὐδενὶ κόσμῳ Ῥωμαίους ἔκτεινον, καὶ πολλοὺς μὲν αὐτῶν ζωγρήσαντες ἐν φυλακῇ εἶχον, τὰ δὲ σημεῖα ξύμπαντα ἔλαβον, ὅπερ οὔπω πρότερον Ῥωμαίοις ξυνέπεσε. τῶν τε ἀρχόντων ὡς ἕκαστός πη ἐδύνατο ξὺν ὀλίγοις τισὶν ἔφευγε, καὶ τὰς πόλεις ὅπη ἔτυχον διασωθέντες ἐφύλασσον.