Ancient Greek · ~7 min
5.1 to 5.11
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 5.1-6-11
Not analysed yet
Χρόνῳ δὲ Τουτίλας οὐ πολλῷ ὕστερον στράτευμα ἐπί τε Ἰουστῖνον καὶ Φλωρεντίαν ἔπεμψεν, οἷς δὴ ἄρχοντας Γότθων τοὺς μαχιμωτάτους ἐπέστησε, Βλέδαν καὶ Ῥουδέριχον καὶ Οὐλίαριν. οἵπερ ἐπειδὴ ἐς Φλωρεντίαν ἦλθον, ἐγκαθεζόμενοι ἀμφὶ τὸ τεῖχος ἐς πολιορκίαν καθίσταντο. Ἰουστῖνος δὲ ξυνταραχθεὶς ἐπεὶ τῶν ἐπιτηδείων ἐσκομισάμενος οὐδὲν ἔτυχεν, ἔπεμψεν ἐς Ῥάβενναν πρὸς τοὺς τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντας, βοηθεῖν σφίσι κατὰ τάχος δεόμενος. νύκτωρ τε ὁ σταλεὶς τοὺς πολεμίους λαθὼν ἐς Ῥάβεννάν τε ἀφίκετο καὶ τὰ παρόντα σφίσιν ἀπήγγειλε. διὸ δὴ στράτευμα Ῥωμαίων λόγου ἄξιον εὐθὺς ἐς Φλωρεντίαν ᾔει, ὧν δὴ Βέσσας τε καὶ Κυπριανὸς καὶ Ἰωάννης ὁ Βιταλιανοῦ ἀδελφιδοῦς ἡγοῦντο ὅπερ ἐπεὶ Γότθοι πρὸς τῶν κατασκόπων ἐπύθοντο, λύσαντες τὴν προσεδρείαν, ἀνεχώρησαν εἰς χωρίον Μουκέλλιν ὄνομα, Φλωρεντίας διέχον ἡμέρας ὁδόν. ἐπεὶ δὲ ὁ Ῥωμαίων στρατὸς Ἰουστίνῳ ξυνέμιξεν, ὀλίγους μέν τινας τῶν αὐτῷ ἑπομένων ἐπὶ φυλακῇ τῆς πόλεως αὐτοῦ εἴασαν, αὐτοὶ δὲ τοὺς ἄλλους ἐπαγόμενοι ἐπὶ τοὺς πολεμίους ἐχώρουν. Καὶ αὐτοῖς ὁδῷ πορευομένοις ξυμφορώτατον ἔδοξεν εἶναι τῶν ἀρχόντων ἕνα παντὸς τοῦ στρατοῦ τοὺς λογιμωτάτους ἀπολεξάμενον πρόσω ἰέναι καὶ αὐτὸν μὲν ἐξ ἐπιδρομῆς τοῖς πολεμίοις ἀπροσδόκητον ἐς χεῖρας ἐλθεῖν, τὸ δὲ ἄλλο στράτευμα σχολῇ βαδίζον ἐνταῦθα ἰέναι. κλήρους τε ἐπὶ τούτοις ἐμβεβλημένοι τὴν τῆς τύχης ἐκαραδόκουν ἐς τοῦτο γνώμην. ὁ μὲν οὖν κλῆρος ἐκπεπήδηκεν ἐς Ἰωάννην, οὐκέτι δὲ βουλομένοις τοῖς ἄρχουσιν ἦν ἐπιτελεῖν τὰ ξυγκείμενα. διὸ δὴ ξὺν τοῖς ἑπομένοις Ἰωάννης ἠνάγκαστο ἐπίπροσθεν ἰὼν ἐπὶ τοὺς πολεμίους χωρεῖν. οἱ δὲ βάρβαροι τὴν τῶν ἐναντίων ἔφοδον γνόντες τὸ μὲν πεδίον, οὗ δὴ ἐνστρατοπεδευσάμενοι ἐτύγχανον, δέει πολλῷ ἀπολιπεῖν ἔγνωσαν, ἐς λόφον δὲ μέγαν τινὰ ὃς ταύτῃ ἀνέχει ξὺν θορύβῳ ἀνέδραμον. ἐπεὶ δὲ οἱ ἀμφὶ τὸν Ἰωάννην ἐνταῦθα ἐγένοντο, ἀναδραμόντες καὶ αὐτοὶ ἐπὶ τοὺς πολεμίους ἔργου εἴχοντο. καρτερῶς δὲ τῶν βαρβάρων ἀμυνομένων ὠθισμός τε πολὺς γέγονε καὶ πολλοὶ ἑκατέρωθεν ἔργα ἐνδεικνύμενοι θαυμαστὰ ἔπιπτον.