Ancient Greek · ~7 min
4.32 to 4.38
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 4.32-38
Not analysed yet
ἡμέρᾳ δὲ τῇ ἐπιγινομένῃ ἀμφὶ ἡλίου ἀνατολὰς λύσαντας μὲν τὴν προσεδρείαν τοὺς βαρβάρους τῆς ἀφόδου ἔχεσθαι ἤδη, ἕνα δὲ πελαργὸν ἐπὶ πύργου τινὸς τοῦ τῆς πόλεως περιβόλου καλιάν τε ἔχοντα καὶ νεοττοὺς τρέφοντα ἐνθένδε ἐκ τοῦ αἰφνιδίου ξὺν τοῖς τέκνοις ἐξαναστῆναι. καὶ τὸν μὲν πατέρα πελαργὸν ἵπτασθαι, τοὺς δὲ πελαργιδεῖς, ἅτε οὔπω ἐκπετησίμους παντάπασιν ὄντας, τὰ μὲν αὐτῷ μετέχειν τῆς πτήσεως, τὰ δὲ ἐπὶ τοῦ νώτου τοῦ πατρὸς φέρεσθαι, οὕτω τε ἀποπτάντας τῆς πόλεως ἑκαστάτω γενέσθαι. ὃ δὴ Ἀττίλαν κατιδόντα ʽἦν γὰρ δεινότατος ξυνεῖναί τε καὶ ξυμβαλεῖν ἅπαντἀ κελεῦσαι τὸν στρατὸν αὖθις ἐν χώρῳ τῷ αὐτῷ μένειν, ἐπειπόντα οὐκ ἄν ποτε εἰκῆ ἐνθένδε ἀποπτάντα ξὺν τοῖς νεοττοῖς τὸν ὄρνιν οἴχεσθαι, εἰ μή τι ἐμαντεύετο φλαῦρον οὐκ εἰς μακρὰν τῷ χωρίῳ ξυμβήσεσθαι. οὕτω μὲν τὸ τῶν βαρβάρων στρατόπεδον αὖθις ἐς τὴν πολιορκίαν καταστῆναί φασι, τοῦ δὲ περιβόλου μοῖράν τινα οὐ πολλῷ ὕστερον ἐκείνην ἣ τὴν τοῦ ὄρνιθος τούτου καλιὰν εἶχεν, ἀπʼ οὐδεμιᾶς αἰτίας ἐξαπιναίως καταπεσεῖν καὶ τοῖς πολεμίοις ταύτῃ ἐσιτητὰ ἐς τὴν πόλιν γενέσθαι, οὕτω τε τὴν Ἀκυληίαν κατὰ κράτος ἁλῶναι. τὰ μὲν οὖν ἀμφὶ τῇ Ἀκυληίᾳ ταύτῃ πη ἔσχεν. Ὕστερον δὲ καὶ βασιλέα οὐδενὶ πόνῳ ἔκτεινε Μάξιμος καὶ τὴν τυραννίδα ἔσχε, τῇ τε Εὐδοξίᾳ ξυγγέγονε βίᾳ. γυνὴ γὰρ ἥπερ αὐτῷ ξυνῴκει τετελευτήκει οὐ πολλῷ πρότερον. καί ποτε αὐτῇ ἐν τῇ κοίτῃ προσέφερε λόγον ὡς τοῦ αὐτῆς ἔρωτος εἵνεκα πάντα εἴη διαπεπραγμένος ἃ εἴργαστο. τήν τε Εὐδοξίαν ἀχθομένην Μαξίμῳ καὶ πρότερον τίσασθαί τε αὐτὸν τῆς ἐς Βαλεντινιανὸν ἀδικίας ἐπιθυμοῦσαν ἔτι μᾶλλον εἰς αὐτὸν οἰδαίνειν ὁ λόγος ἐποίησεν, ἔς τε τὴν ἐπιβουλὴν ἐνῆγεν, ἐπεὶ τῷ ἀνδρὶ αὐτῆς ἕνεκα ξυμβῆναι τὴν συμφορὰν Μαξίμου λέγοντος ἤκουσε. καὶ ἐπειδὴ τάχιστα ἡμέρα ἐγένετο, πέμπει ἐς Καρχηδόνα δεομένη Γιζερίχου τιμωρεῖν Βαλεντινιανῷ ὑπ’ ἀνδρὸς ἀνοσίου διαφθαρέντι, αὐτοῦ τε ἀναξίως καὶ τῆς βασιλείας, καὶ αὐτὴν ῥύεσθαι πάσχουσαν πρὸς τοῦ τυράννου ἀνόσια.