Ancient Greek · ~2 min
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ, Chapter 4
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 4.34
Not analysed yet
τοῦτον δὴ τὸν Βονιφάτιον Γελίμερ κατ’ ἀρχὰς τοῦδε τοῦ πολέμου ἐς ναῦν ἐμβιβάσας ἄριστα πλέουσαν, ἐν ταύτῃ τε ἅπαντα τὸν βασιλικὸν πλοῦτον ἐνθέμενος ἐκέλευεν ἐς τὸν τοῦ Ἱππονερεγίου λιμένα ὁρμίζεσθαι, καὶ ἢν τὰ πράγματα σφίσιν οὐκ εὖ καθιστάμενα ἴδοι, τὰ χρήματα ἔχοντα πλεῖν κατὰ τάχος ἐς Ἱσπανίαν, παρὰ Θεῦδίν τε ἀφικέσθαι τὸν τῶν Οὐισιγότθων ἡγούμενον, ἔνθα δὴ καὶ αὐτὸς διασώζεσθαι ἐκαραδόκει, πονηρᾶς γινομένης Βανδίλοις τῆς τοῦ πολέμου τύχης.