Ancient Greek · ~3 min
4.31 to 4.33
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 4.31-33
Not analysed yet
Φάρας δὲ οὐ μόνος τῆς εὐκοσμίας ἀντείχετο, ἀλλὰ καὶ Ἐρούλων ὅσοι αὐτῷ εἵποντο. τοῦτον δὴ τὸν Φάραν ἐς τὸν τοῦ ὄρους πρόποδα Βελισάριος καθῆσθαι τὴν τοῦ χειμῶνος ὥραν ἐκέλευε καὶ φυλακὴν ἀκριβῆ ἔχειν, ὡς μήτε τὸ ὄρος ἀπολιπεῖν Γελίμερι δυνατὰ εἴη μήτε τι τῶν ἀναγκαίων ἐς αὐτὸ ἐσκομίζεσθαι. καὶ Φάρας μὲν κατὰ ταῦτα ἐποίει. Βελισάριος δὲ Βανδίλους ὅσοι ἐς Ἱππονερέγιον πρὸς τοῖς ἱεροῖς ἱκέται ἐκάθηντο, πολλοί τε καὶ ἄριστοι, ἀνέστησέ τε πιστὰ λαβόντας καὶ ἐς Καρχηδόνα ξὺν φυλακῇ ἔπεμψεν. ἐνταῦθα δὲ αὐτῷ καί τι τοιόνδε ξυμπεσεῖν ἔτυχεν. Ἐν τῇ Γελίμερος οἰκίᾳ γραμματεὺς ἦν τις Βονιφάτιος Λίβυς, ἐκ Βυζακίου ὁρμώμενος, πιστὸς τῷ Γελίμερι ἐς τὰ μάλιστα.