Ancient Greek · ~5 min
40.19 to 40.26
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 40.19-26
Not analysed yet
Τουτίλας δὲ καὶ Γότθοι σχεδόν τι ἅπαντα ληϊσάμενοι τὰ ἐπὶ Σικελίας χωρία ἵππων μὲν ἐπαγόμενοι καὶ ζῴων ἄλλων μέγα τι χρῆμα, σῖτον δὲ καὶ τοὺς ἄλλους καρποὺς ἅπαντας ἐκ τῆς νήσου μετενεγκόντες καὶ πάντα τὰ χρήματα, μεγάλα κομιδῆ ὄντα, ἐν τοῖς πλοίοις ἐνθέμενοι, τήν τε νῆσον ἐξαπιναίως ἐξέλιπον καὶ ἐς τὴν Ἰταλίαν ἀνέστρεφον, τρόπῳ ὁρμώμενοι τοιῷδε. τῶν τινὰ Ῥωμαίων, Σπῖνον ὄνομα, ἐκ Σπολιτίου ὁρμώμενόν οἱ αὐτῷ πάρεδρον οὐ πολλῷ πρότερον καταστησάμενος Τουτίλας ἔτυχεν. οὗτος ἀνὴρ ἐν πόλει Κατάνῃ, ἀτειχίστῳ οὔσῃ, διατριβὴν εἶχε. τύχη τέ τις αὐτῷ ξυνέβη ὑπὸ τοῖς πολεμίοις ἐνταῦθα γενέσθαι. ὃν δὴ ῥύεσθαι ὁ Τουτίλας ἐπειγόμενος τῶν τινὰ ἐπιφανῶν γυναῖκα, αἰχμάλωτον οὖσαν, ἀφεῖναι Ῥωμαίοις ἀντ’ αὐτοῦ ἤθελε. γυναῖκα δὲ Ῥωμαῖοι οὐδαμῆ ἐδικαίουν ἀνταλλάξασθαι ἀνδρὸς τὴν τοῦ καλουμένου κοιαίστωρος ἀρχὴν ἔχοντος. δείσας οὖν ὁ ἀνὴρ μὴ παρὰ τοῖς πολεμίοις διαφθαρείη, ὡμολόγησε Ῥωμαίοις αὐτίκα Τουτίλαν ἀναπείσειν Σικελίας μὲν ἀπανίστασθαι, παντὶ δὲ τῷ Γότθων στρατῷ ἐς Ἰταλίαν διαπορθμεύσασθαι. καὶ οἱ μὲν ὅρκοις αὐτὸν σφίσιν ἀμφὶ ταύτῃ τῇ ὁμολογίᾳ καταληφθέντα Γότθοις ἀπέσοσαν, ἀντ’ αὐτοῦ τὴν γυναῖκα κεκομισμένοι. ὁ δὲ Τουτίλᾳ ἐς ὄψιν ἥκων οὐκ ἐπὶ τῷ σφετέρῳ ξυμφόρῳ Γότθους ἔφασκε Σικελίαν ληϊσαμένους σχεδόν τι ὅλην ὀλίγων τινῶν φρουρίων διατριβὴν ἐνταῦθα ἔχειν.