Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ, Chapter 40
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 40.27
Not analysed yet
ἔναγχος γὰρ ἰσχυρίζετο ἀκηκοέναι, ἡνίκα παρὰ τοῖς πολεμίοις ἐτύγχανεν ὤν, Γερμανὸν μὲν τὸν βασιλέως ἀνεψιὸν ἐξ ἀνθρώπων ἀφανισθῆναι, Ἰωάννην δὲ τὸν αὐτοῦ κηδεστὴν καὶ Ἰουστινιανὸν τὸν αὐτοῦ παῖδα παντὶ τῷ πρὸς Γερμανοῦ συλλεγέντι στρατῷ εἶναι μὲν ἤδη ἐν Δαλματίᾳ, εὐθὺ δὲ Λιγουρίας αὐτίκα δὴ μάλα ξυσκευαζομένους ἐνθένδε χωρήσειν, ἐφ’ ᾧ δὴ Γότθων ἐξ ἐπιδρομῆς παῖδάς τε καὶ γυναῖκας ἀνδραποδίσουσι καὶ χρήματα ληΐσονται πάντα, οἷσπερ ἡμᾶς ὑπαντιάζειν ἄμεινον ἂν εἴη ἐν τῷ ἀσφαλεῖ ξὺν τοῖς οἰκείοις διαχειμάζοντας.