Ancient Greek · ~7 min
40.28 to 40.37
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 40.28-37
Not analysed yet
ἢν γὰρ ἐκείνων περιεσόμεθα, Σικελίας αὖθις ἅμα ἦρι ἀρχομένῳ παρέσται ἡμῖν ἀδεέστερον ἐπιβήσεσθαι πολέμιον οὐδὲν ἐν νῷ ἔχουσι. ταύτῃ ὁ Τουτίλας τῇ ὑποθήκῃ ἀναπεισθεὶς φρουροὺς μὲν ἐν ὀχυρώμασι τέτρασιν εἴασεν, αὐτὸς δὲ ξύμπασαν τὴν λείαν ἐπαγόμενος παντὶ τῷ ἄλλῳ στρατῷ ἐς Ἰταλίαν διεπορθμεύσατο. ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε. Ἰωάννης δὲ καὶ ὁ βασιλέως στρατὸς ἀφικόμενοι ἐς Δαλματίαν ἐν Σάλωσι διαχειμάζειν ἔγνωσαν, ἐνθένδε μετὰ τὴν τοῦ χειμῶνος ὥραν εὐθὺ Ῥαβέννης ὁδῷ ἰέναι διανοούμενοι. Σκλαβηνοὶ δέ, οἵ τε τὰ πρότερα ἐν γῇ τῇ βασιλέως γενόμενοι, ὥσπερ μοι ἔναγχος δεδιήγηται, καὶ ἄλλοι οὐ πολλῷ ὕστερον Ἴστρον ποταμὸν διαβάντες καὶ τοῖς προτέροις ἀναμιχθέντες, κατέθεον ἐν πολλῇ ἐξουσίᾳ τὴν Ῥωμαίων ἀρχήν. καί τινες μὲν ἐν ὑποψίᾳ εἶχον ὡς Τουτίλας τούτους δὴ τοὺς βαρβάρους χρήμασι πολλοῖς ἀναπείσας ἐπιπέμψειε τοῖς ταύτῃ Ῥωμαίοις, ὅπως δὴ βασιλεῖ ἀδύνατα εἴη τὸν πρὸς Γότθους πόλεμον ἀσχολίᾳ τῇ ἐς τούτους δὴ τοὺς βαρβάρους εὖ διοικήσασθαι. εἴτε δὲ Τουτίλᾳ χαριζόμενοι εἴτε ἄκλητοι Σκλαβηνοὶ ἐνταῦθα ἦλθον οὐκ ἔχω εἰπεῖν. ἐς τρία μέντοι τέλη σφᾶς αὐτοὺς διελόντες οἱ βάρβαροι οὗτοι ἀνήκεστα ἐν Εὐρώπῃ τῇ ὅλῃ ἔργα εἰργάσαντο, οὐκ ἐξ ἐπιδρομῆς ληϊζόμενοι τὰ ἐκείνῃ χωρία, ἀλλ’ ὥσπερ ἐν χώρᾳ οἰκείᾳ διαχειμάζοντες οὐδέν τε δεδιότες πολέμιον. ὕστερον δὲ Ἰουστινιανὸς βασιλεὺς στρατιὰν ἀξιολογωτάτην ἐπ’ αὐτοὺς ἔπεμψεν, ἧς ἄλλοι τε καὶ Κωνσταντιανὸς καὶ Ἀράτιος καὶ Ναζάρης ἡγοῦντο καὶ Ἰουστῖνος ὁ Γερμανοῦ παῖς καὶ Ἰωάννης, ὅνπερ ἐπίκλησιν ἐκάλουν Φαγᾶν. ἐπιστάτην δὲ Σχολαστικὸν ἐφ’ ἅπασι κατεστήσατο, τῶν ἐν Παλατίῳ εὐνούχων ἕνα. Οὗτος ὁ στρατὸς μοῖραν τῶν βαρβάρων καταλαμβάνουσιν ἀμφὶ Ἀδριανούπολιν, ἥπερ ἐπὶ Θράκης ἐν μεσογείοις κεῖται, πέντε ἡμερῶν ὁδὸν Βυζαντίου διέχουσα. καὶ πρόσω μὲν χωρεῖν οἱ βάρβαροι οὐκέτι εἶχον· λείαν γὰρ ἐπήγοντο ἀνθρωπων τε καὶ ζῴων ἄλλων καὶ πάντων χρημάτων ἀριθμοῦ κρείσσονα.