Ancient Greek · ~3 min
5.1 to 5.3
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 5.1-3
Not analysed yet
Μετὰ δὲ Καβάδης ἐπὶ τὸ βιαιότερον τῇ ἀρχῇ χρώμενος ἄλλα τε νεώτερα ἐς τὴν πολιτείαν εἰσῆγε καὶ νόμον ἔγραψεν ἐπὶ κοινὰ ταῖς γυναιξὶ μίγνυσθαι Πέρσας· ὅπερ τὸ πλῆθος οὐδαμῆ ἤρεσκε. διὸ δὴ αὐτῷ ἐπαναστάντες παρέλυσάν τε τῆς ἀρχῆς καὶ δήσαντες ἐν φυλακῇ εἶχον. καὶ βασιλέα μὲν σφίσι Βλάσην τὸν Περόζου ἀδελφὸν εἵλοντο, ἐπειδὴ γόνος μὲν οὐδεὶς ἔτι ἄρρην Περόζῃ, ὥσπερ ἐρρήθη, ἐλέλειπτο, Πέρσαις δὲ οὐ θέμις ἄνδρα ἐς τὴν βασιλείαν καθίστασθαι ἰδιώτην γένος, ὅτι μὴ ἐξιτήλου παντάπασι γένους τοῦ βασιλείου ὄντος· Βλάσης δὲ τὴν βασιλείαν παραλαβὼν Περσῶν τε τοὺς ἀρίστους ξυνέλεξε καὶ τὰ ἀμφὶ τῷ Καβάδῃ ἐν βουλῇ ἐποιεῖτο· τὸν γὰρ ἄνθρωπον ἀποκτιννύναι οὐκ ἦν βουλομένοις τοῖς πλείοσιν.