Ancient Greek · ~7 min
5.1 to 5.8
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 5.1-3-8
Not analysed yet
Γιζέριχος δὲ δι’ ἄλλο μὲν οὐδέν, ὅτι δὲ αὐτῷ χρήματα μεγάλα ἔσεσθαι ὑπετόπαζε, στόλῳ πολλῷ ἐς Ἰταλίαν κατέπλευσεν. ἀναβὰς δὲ ἐς Ῥώμην, ἐπεὶ οὐδείς οἱ ἐμποδὼν ἕστηκε, τῶν βασιλείων ἐκράτησε. Μάξιμον μὲν οὖν φεύγοντα Ῥωμαῖοι λίθοις βαλόντες διέφθειραν, καὶ τήν τε κεφαλὴν τῶν τε ἄλλων μελῶν ἕκαστον ἀποτεμόμενοι διείλοντο σφίσι. Γιζέριχος δὲ τήν τε Εὐδοξίαν ἅμα Εὐδοκίᾳ τε καὶ Πλακιδίᾳ, ταῖς αὐτῆς τε καὶ Βαλεντινιανοῦ παισίν, αἰχμάλωτον εἷλε, χρυσοῦ τε καὶ τῶν ἄλλων βασιλέως κτημάτων πολύ τι χρῆμα ἐν ταῖς ναυσὶν ἐνθέμενος ἐς Καρχηδόνα ἔπλει, οὔτε χαλκοῦ οὔτε ἄλλου ὁτουοῦν ἐν τοῖς βασιλείοις φεισάμενος. ἐσύλησε δὲ καὶ τὸν τοῦ Διὸς τοῦ Καπιτωλίου νεὼν καὶ τοῦ τέγους τὴν ἡμίσειαν ἀφείλετο μοῖραν. τοῦτο δὲ τὸ τέγος χαλκοῦ μὲν τοῦ ἀρίστου ἐτύγχανεν ὄν, χρυσοῦ δὲ αὐτῷ ὑπερχυθέντος ἁδροῦ ὡς μάλιστα μεγαλοπρεπές τε καὶ θαύματος πολλοῦ ἄξιον διεφαίνετο. τῶν δὲ μετὰ Γιζερίχου νεῶν μίαν μέν, ἣ τὰς εἰκόνας ἔφερε, φασὶν ἀπολέσθαι, πάσαις δὲ ταῖς ἄλλαις οἱ Βανδίλοι ἐς τὸν Καρχηδόνος λιμένα κατῆραν. Εὐδοκίαν μὲν οὖν Γιζέριχος Ὁνωρίχῳ τῷ τῶν παίδων πρεσβυτέρῳ ξυνῴκισε, τὴν δὲ δὴ ἑτέραν ʽἀνδρὶ γὰρ ξυνῴκει Ὀλυβρίῳ, τῶν ἐν βουλῇ τῇ Ῥωμαίων δοκιμωτάτᾠ ἅμα τῇ μητρὶ Εὐδοξίᾳ, ἐξαιτησαμένου βασιλέως, ἐς Βυζάντιον ἔπεμψεν. ἤδη δὲ τὸ τῶν ἑῴων κράτος ἐς Λέοντα περιεστήκει, Ἄσπαρος ἐς τοῦτο αὐτὸν καταστησαμένου, ἐπειδὴ Μαρκιανὸς ἐξ ἀνθρώπων ἀπήλλακτο. Ὕστερον δὲ Γιζέριχος ἐπενόει τοιάδε. τῶν ἐν Λιβύῃ πόλεων, πλὴν Καρχηδόνος, τὰ τείχη καθεῖλεν, ὡς ἂν μήτε αὐτοὶ Λίβυες τὰ Ῥωμαίων ἑλόμενοι ἔκ τε ἐχυροῦ ὁρμᾶσθαι καὶ νεωτερίζειν ἱκανοὶ εἶεν μήτε τοῖς ἐκ βασιλέως στελλομένοις ἐν ἐλπίδι ἔσται ὡς καὶ πόλιν καταλήψονται καὶ φρουρὰν ἐν αὐτῇ ποιησάμενοι πράγματα Βανδίλοις παρέξονται.