Ancient Greek · ~7 min
5.9 to 5.19
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 5.9-2-19
Not analysed yet
τότε μὲν οὖν εὖ τε ἔδοξε βεβουλεῦσθαι καὶ τὴν εὐημερίαν Βανδίλοις ὡς ἀσφαλέστατα διασώσασθαι, χρόνῳ δὲ τῷ ὑστέρῳ, ὅτε δὴ ἀτείχιστοι οὖσαι ῥᾷόν τε καὶ ἀπονώτερον πρὸς Βελισαρίου αἱ πόλεις αὗται ἡλίσκοντο, πολύν τε γέλωτα ἤδη Γιζέριχος ὦφλε καὶ ἡ τέως δοκοῦσά οἱ εὐβουλία ἐς ἄνοιαν αὐτῷ ἀπεκρίθη. ταῖς γὰρ δὴ τύχαις ἀεὶ τὰς δόξας ἐπὶ τοῖς πρότερον βεβουλευμένοις ξυμμεταβάλλεσθαι φιλοῦσιν ἄνθρωποι. τῶν δὲ Λιβύων εἴ τι μὲν δόκιμον ἐτύγχανεν ὂν καὶ πλούτῳ ἀκμάζον, αὐτοῖς ἀγροῖς τε καὶ πᾶσι χρήμασιν ἐν ἀνδραπόδων μοίρᾳ παρέδωκε τοῖς παισὶν Ὁνωρίχῳ τε καὶ Γένζωνι. Θεόδωρος γὰρ ὁ νεώτατος ἐτελεύτα ἤδη, ἄπαις τὸ παράπαν ἄρρενός τε καὶ θήλεος γόνου. Λίβυας δὲ τοὺς ἄλλους ἀφείλετο μὲν τοὺς ἀγρούς, οἳ πλεῖστοί τε ἦσαν καὶ ἄριστοι, ἐς δὲ τὸ τῶν Βανδίλων διένειμεν ἔθνος, καὶ ἀπ’ αὐτοῦ κλῆροι Βανδίλων οἱ ἀγροὶ οὗτοι ἐς τόδε καλοῦνται τοῦ χρόνου. τοῖς δὲ δὴ πάλαι κεκτημένοις τὰ χωρία ταῦτα πένεσθαί τε ὡς μάλιστα καὶ ἐλευθέροις εἶναι ξυνέβαινεν· ἦν δὲ αὐτοῖς ἐν ἐξουσίᾳ καὶ ὅποι βούλοιντο ἀπαλλάσσεσθαι. καὶ τὰ μὲν χωρία ξύμπαντα, ὅσα τοῖς τε παισὶ καὶ τοῖς ἄλλοις Βανδίλοις Γιζέριχος παραδεδώκει, οὐδεμιᾶς φόρου ἀπαγωγῆς ὑποτελῆ ἐκέλευσεν εἶναι. τῆς δὲ γῆς ὅση οἱ οὐκ ἀγαθὴ ἔδοξεν εἶναι, ἀφῆκε τοῖς πρότερον ἔχουσι, τοσαῦτα ἐνθένδε τῷ δημοσίῳ φέρεσθαι τάξας ὥστε οὐδ’ ὁτιοῦν περιῆν τοῖς τὰ χωρία τὰ σφέτερα αὐτῶν ἔχουσιν. ἔφευγον δὲ πολλοὶ καὶ ἐκτείνοντο. αἰτίαι γὰρ αὐτοῖς πολλαί τε καὶ χαλεπαὶ προσεφέροντο· πασῶν δὲ μία μεγίστη δὴ ἐδόκει εἶναι ὅτι χρήματά τις οἰκεῖα ἔχων ἀπέκρυπτεν. οὕτω τοὺς Λίβυας πᾶσα ἰδέα ξυμφορᾶς περιέστη. Τοὺς δὲ δὴ Βανδίλους τε καὶ Ἀλανοὺς ἐς λόχους καταστησάμενος, λοχαγοὺς αὐτοῖς ἐπέστησεν οὐχ ἧσσον ἢ ὀγδοήκοντα, οὕσπερ χιλιάρχους ἐκάλεσε, δόκησιν παρέχων ἐς ὀκτώ οἱ μυριάδας συνιέναι τὸν τῶν στρατευομένων λεών. καίτοι οὐ μᾶλλον ἢ ἐς μυριάδας πέντε τὸ τῶν Βανδίλων τε καὶ Ἀλανῶν πλῆθος ἔν γε τῷ πρὶν χρόνῳ ἐλέγετο εἶναι.