Ancient Greek · ~2 min
5.1 to 5.2
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 5.1-5-2
Not analysed yet
Ἐν τούτῳ δὲ Βελισάριον ηὐδοκιμηκέναι κατὰ Γελίμερός τε καὶ Βανδίλων τετύχηκε. βασιλεὺς δὲ τὰ ἀμφὶ Ἀμαλασούνθῃ ξυνενεχθέντα μαθὼν εὐθὺς καθίστατο ἐς τὸν πόλεμον, ἔνατον ἔτος τὴν βασιλείαν ἔχων. καὶ Μοῦνδον μὲν τὸν Ἰλλυριῶν στρατηγὸν ἔς τε Δαλματίαν ἰέναι, τὴν Γότθων κατήκοον, καὶ Σαλώνων ἀποπειράσασθαι ἐκέλευεν ʽἦν δὲ ὁ Μοῦνδος γένος μὲν βάρβαρος, διαφερόντως δὲ τοῖς τε βασιλέως πράγμασιν εὔνους καὶ ἀγαθὸς τὰ πολέμιἀ, Βελισάριον δὲ ναυσὶν ἔστελλε, στρατιώτας ἐκ μὲν καταλόγων καὶ φοιδεράτων τετρακισχιλίους, ἐκ δὲ Ἰσαύρων τρισχιλίους μάλιστα ἔχοντα.