Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ, Chapter 5
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 5.3
Not analysed yet
ἄρχοντες δὲ ἦσαν λόγιμοι μὲν Κωνσταντῖνός τε καὶ Βέσσας, ἐκ τῶν ἐπὶ Θρᾴκης χωρίων, Περάνιος δὲ ἐξ Ἰβηρίας τῆς ἄγχιστα Μήδων, γενόμενος μὲν τῶν ἐκ βασιλέως Ἰβήρων, αὐτόμολος δὲ πρότερον ἐς Ῥωμαίους κατὰ ἔχθος τὸ Περσῶν ἥκων, καταλόγων δὲ ἱππικῶν μὲν Βαλεντῖνός τε καὶ Μάγνος καὶ Ἰννοκέντιος, πεζῶν δὲ Ἡρωδιανός τε καὶ Παῦλος καὶ Δημήτριος καὶ Οὐρσικῖνος, ἀρχηγὸς δὲ Ἰσαύρων Ἔννης.