Ancient Greek · ~7 min
5.14 to 5.22
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 5.14-22
Not analysed yet
Χοσρόης δὲ Σουρηνοῖς μὲν χαλεπῶς εἶχεν, ὅτι δὴ αὐτῷ πρῶτοι περιπεπτωκότες Ῥωμαίων ἁπάντων οὔτε τῇ πόλει ἐδέξαντο ἐθελούσιοι, ἀλλὰ καὶ ἀνταίρειν οἱ ὅπλα τολμήσαντες πολύν τινα δοκίμων Περσῶν ὅμιλον ἔκτειναν. τὴν μέντοι ὀργὴν οὐκ ἐξήνεγκεν, ἀλλ’ ὑπὸ τῷ προσώπῳ ἀκριβῶς ἔκρυψεν, ὅπως τὴν κόλασιν ἐς Σουρηνοὺς ποιησάμενος φοβερόν τε Ῥωμαίοις αὑτὸν καὶ ἄμαχόν τινα καταστήσηται. οὕτω γάρ οἱ προσχωρήσειν οὐδενὶ πόνῳ ὑπετόπαζε τοὺς ἐν ποσὶν ἀεὶ γενησομένους. διὸ δὴ ξύν τε φιλοφροσύνῃ πολλῇ τὸν ἐπίσκοπον ἐξανέστησε, καὶ τὰ δῶρα δεξάμενος παρείχετό τινα δόκησιν ὡς ἀμφὶ τοῖς Σουρηνῶν λύτροις αὐτίκα κοινολογησόμενος Περσῶν τοῖς λογίμοις εὖ τὴν δέησιν διαθήσεται. οὕτω τε ξὺν τοῖς ἑπομένοις τὸν ἐπίσκοπον ἀπεπέμψατο οὐδεμίαν τῆς ἐπιβουλῆς αἴσθησιν ἔχοντα, καί οἱ τῶν ἐν Πέρσαις δοκίμων τινὰς παραπομποὺς ἐσομένους δῆθεν τῷ λόγῳ ξυνέπεμψεν. οὓς δὴ λάθρα ἐκέλευε μὲν ἰέναι ξὺν αὐτῷ ἄχρι ἐς τὸ τεῖχος, παρηγοροῦντας καί τισιν ἀγαθαῖς ἐπαίροντας ἐλπίσιν, ὥστε αὐτὸν καὶ τοὺς ξὺν αὐτῷ ἅπαντας χαίροντάς τε καὶ οὐδὲν δεδιότας τοῖς ἔνδον ὀφθῆναι. ἐπειδὰν δὲ οἱ φύλακες ἀνακλίναντες τὴν πυλίδα τῇ πόλει αὐτοὺς δέχεσθαι μέλλωσι, λίθον τινὰ ἢ ξύλον τοῦ τε οὐδοῦ καὶ τῆς θύρας μεταξὺ ῥίψαντες οὐ ξυγχωρεῖν ἐπιτίθεσθαι, ἀλλὰ καὶ αὐτοὺς τοῖς ἐπιθεῖναι βουλομένοις χρόνον δή τινα ἐμποδὼν ἵστασθαι· οὐκ εἰς μακρὰν γὰρ αὐτοῖς τὸν στρατὸν ἕψεσθαι. Ταῦτα τοῖς ἀνδράσιν ὁ Χοσρόης ἐντειλάμενος ἐν παρασκευῇ τὸν στρατὸν ἐποιεῖτο, δρόμῳ τε χωρεῖν ἐπὶ τὴν πόλιν ὅταν αὐτὸς σημήνῃ ἐκέλευεν. ἐπεὶ δὲ ἄγχιστα τοῦ περιβόλου ἐγένοντο, οἱ μὲν Πέρσαι τὸν ἐπίσκοπον ἀσπασάμενοι ἐκτὸς ἔμενον, οἱ δὲ Σουρηνοὶ περιχαρῆ γεγονότα τὸν ἄνδρα ὁρῶντες ξὺν τιμῇ τε πολλῇ προπεμπόμενον πρὸς τῶν πολεμίων, ἀφροντιστήσαντες δυσκόλων ἁπάντων τήν τε πυλίδα ὅλην ἀνέῳγον καὶ τὸν ἱερέα ξὺν τοῖς ἑπομένοις κροτοῦντές τε καὶ πολλὰ εὐφημοῦντες ἐδέξαντο. ἐπεί τε ἅπαντες εἴσω ἐγένοντο, τὴν μὲν πυλίδα ὡς ἐπιθήσοντες οἱ φύλακες ὤθουν, οἱ δὲ Πέρσαι λίθον ὃς αὐτοῖς παρεσκεύαστο ἐν μέσῳ ἐρρίπτουν.