Ancient Greek · ~7 min
5.23 to 5.32
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 5.23-32
Not analysed yet
οἵ τε φύλακες ἔτι μᾶλλον ὠθοῦντές τε καὶ βιαζόμενοι ἐξικνεῖσθαι τῇ πυλίδι ἐς τὸν οὐδὸν οὐδαμῆ ἴσχυον. οὐ μὴν οὐδὲ ἀνοιγνύναι αὐτὴν αὖθις ἐτόλμων, ἐπεὶ πρὸς τῶν πολεμίων αὐτὴν ἔχεσθαι ᾔσθοντο. τινὲς δὲ οὐ λίθον, ἀλλὰ ξύλον Πέρσας ἐς τὴν πυλίδα φασὶν ἐμβεβλῆσθαι. οὔπω δὲ Σουρηνῶν σχεδόν τι τῆς ἐπιβουλῆς ᾐσθημένων, παρῆν τε τῷ παντὶ ὁ Χοσρόης στρατῷ καὶ τὴν πυλίδα οἱ βάρβαροι βιασάμενοι ἀνεπέτασαν, δι’ ὀλίγου τε κατὰ κράτος ἥλω. εὐθὺς μὲν οὖν θυμῷ ὁ Χοσρόης ἐχόμενος τάς τε οἰκίας ἐληίσατο καὶ τῶν ἀνθρώπων πολλοὺς μὲν κτείνας, τοὺς δὲ λοιποὺς ἅπαντας ἐν ἀνδραπόδων ποιησάμενος λόγῳ πυρπολήσας τε ξύμπασαν τὴν πόλιν ἐς ἔδαφος καθεῖλεν. οὕτω τε τὸν Ἀναστάσιον ἀπεπέμψατο, Ἰουστινιανῷ βασιλεῖ ἀπαγγέλλειν κελεύσας ὅπῃ. ποτὲ γῆς Χοσρόην τὸν Καβάδου ἀπολιπὼν εἴη. Μετὰ δέ, εἴτε φιλανθρωπίᾳ εἴτε φιλοχρηματίᾳ ἐχόμενος, ἢ γυναικὶ χαριζόμενος ἣν δὴ ἐνθένδε δορυάλωτον ἐξελών, Εὐφημίαν ὄνομα, γυναῖκα γαμετὴν ἐποιήσατο, ἔρωτα ἐξαίσιον αὐτῆς ἐρασθείς ʽἦν γὰρ τὴν ὄψιν εὐπρεπὴς μάλιστἀ δρᾶν τι ἀγαθὸν ὁ Χοσρόης τοὺς Σουρηνοὺς ἔγνω. πέμψας οὖν ἐς Σεργιούπολιν, τὴν Ῥωμαίων κατήκοον, ἣ Σεργίου ἐπιφανοῦς ἁγίου ἐπώνυμός ἐστι, πόλεως τῆς ἁλούσης ἓξ καὶ εἴκοσι καὶ ἑκατὸν σταδίοις διέχουσα, κειμένη δὲ αὐτῆς πρὸς ἄνεμον νότον ἐν τῷ βαρβαρικῷ καλουμένῳ πεδίῳ, Κάνδιδον τὸν ταύτῃ ἐπίσκοπον κεντηναρίοιν δυοῖν δισχιλίους τε καὶ μυρίους ὄντας ὠνεῖσθαι τοὺς αἰχμαλώτους ἐκέλευεν. ὁ δέ ʽχρήματα γάρ οἱ οὐκ ἔφασκεν εἶναἰ τὴν πρᾶξιν ἄντικρυς ἀνεδύετο. διὸ δὴ αὐτὸν ὁ Χοσρόης ἠξίου ἐν βιβλιδίῳ τὴν ὁμολογίαν ἀφέντα τοῦ δώσειν χρόνῳ τῷ ὑστέρῳ τὰ χρήματα οὕτω δὴ ὀλίγων χρημάτων πρίασθαι ἀνδράποδα τοσαῦτα τὸ πλῆθος. Κάνδιδος δὲ κατὰ ταῦτα ἐποίει, καὶ τὸ μὲν χρυσίον ὡμολόγησεν ἐνιαυτοῦ δώσειν, ὅρκους δεινοτάτους ὀμωμοκώς, ζημίαν δέ οἱ αὐτῷ διώρισε ταύτην, ἢν μὴ διδοίη χρόνῳ τῷ ξυγκειμένῳ τὰ χρήματα, διπλάσια μὲν αὐτὰ δώσειν, αὐτὸν δὲ ἱερέα μηκέτι εἶναι, ἅτε τὰ ὀμωμοσμένα ἠλογηκότα. ταῦτα Κάνδιδος ἐν γραμματείῳ γράψας τοὺς Σουρηνοὺς ἅπαντας ἔλαβεν.