Ancient Greek · ~4 min
5.20 to 5.25
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 5.20-2-25
Not analysed yet
ἡμεῖς γὰρ οὐδὲν τῶν βασιλέως Ἰουστινιανοῦ λαβόντες ἔχομεν, μή ποτε οὕτω μανείημεν· Σικελίαν δὲ ξύμπασαν προσποιούμεθα ἡμετέραν οὖσαν, ἧς δὴ ἄκρα μία τὸ ἐν Λιλυβαίῳ φρούριόν ἐστιν. εἰ δὲ Θευδέριχος τὴν ἀδελφὴν τῷ Βανδίλων βασιλεῖ ξυνοικοῦσαν τῶν τινι Σικελίας ἐμπορίων ἐκέλευσε χρῆσθαι, οὐδὲν τοῦτο πρᾶγμα. οὐ γὰρ ἂν τοῦτο δικαιώματος ὑμῖν ὁτουοῦν ἀξίωσιν φέροι. σὺ μέντοι, ὦ στρατηγέ, πράττοις ἂν τὰ δίκαια πρὸς ἡμᾶς, ἤν γε τῶν ἐν ἡμῖν ἀντιλεγομένων τὴν διάλυσιν οὐχ ὡς πολέμιος, ἀλλ’ ἅτε φίλος ποιεῖσθαι θέλοις. διαφέρει δέ, ὅτι οἱ μὲν φίλοι τὰ διάφορα ἐν τῆ διαίτῃ, οἱ δὲ πολέμιοι ἐν τῇ μάχῃ διακρίνειν πεφύκασιν. ἡμεῖς μὲν οὖν Ἰουστινιανῷ βασιλεῖ περὶ τούτων διαιτᾶν ἐπιτρέψομεν, ὅπη ἂν αὐτῷ δοκῇ νόμιμά τε εἶναι καὶ δίκαια. βουλόμεθα δέ σε ὡς βέλτιστα βουλεύσασθαι μᾶλλον ἢ ὡς ταχύτατα καὶ τὴν παρὰ τοῦ σοῦ βασιλέως προσδέχεσθαι γνῶσιν.” τοσαῦτα μὲν καὶ ἡ τῶν Γότθων γραφὴ ἐδήλου. Βελισάριος δὲ ἀνενεγκὼν ἅπαντα ἑς βασιλέα ἡσύχαζεν, ἕως αὐτῷ βασιλεὺς ἐπιστέλλοι ὅσα ἂν αὐτῷ βουλομένῳ εἴη.