Ancient Greek · ~2 min
6.1 to 6.2
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.1-4-2
Not analysed yet
Φάρας δὲ τῇ προσεδρείᾳ ἤδη ἄλλως τε καὶ χειμῶνος ὥρᾳ ἀχθόμενος, ἅμα δὲ καὶ οὐκ ἂν οἰόμενος οἵους τε εἶναι τοὺς ἐκείνῃ Μαυρουσίους ἐμποδὼν σφίσι στήσεσθαι, τῇ ἐς Παπούαν ἀναβάσει ξὺν προθυμίᾳ πολλῇ ἐπεχείρησεν. ἅπαντας μὲν οὖν εὖ μάλα ἐξοπλίσας τοὺς ἑπομένους ἀνέβαινε. βεβοηθηκότων δὲ τῶν Μαυρουσίων ἅτε ἐν χωρίῳ ἀνάντει τε καὶ λίαν δυσβάτῳ, ἡ κωλύμη εὐπετῶς ἐπὶ τοὺς ἀνιόντας ἐγίνετο.