Ancient Greek · ~7 min
6.1 to 6.9
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.1-9
Not analysed yet
Καθειρχθέντα δὲ τὸν Καβάδην ἐθεράπευεν ἡ γυνὴ ἐσιοῦσά τε παρ’ αὐτὸν καὶ τὰ ἐπιτήδεια ἐσκομίζουσα· ἣν δὴ ὁ τῆς εἱρκτῆς ἄρχων πειρᾶν ἤρξατο· ἦν γὰρ τὴν ὄψιν ἐς τὰ μάλιστα εὐπρεπής. ὅπερ ἐπεὶ ὁ Καβάδης παρὰ τῆς γυναικὸς ἔμαθεν, ἐκέλευσεν ἐνδιδόναι αὑτὴν τῷ ἀνθρώπῳ ὅ τι βούλοιτο χρῆσθαι. οὕτω δὴ τῇ γυναικὶ ἐς εὐνὴν ξυνελθὼν ὁ τοῦ φρουρίου ἄρχων ἠράσθη τε αὐτῆς ἔρωτα ἐξαίσιον οἷον, καὶ ἀπ’ αὐτοῦ ξυνεχώρει παρὰ τὸν ἄνδρα τὰς εἰσόδους ποιεῖσθαι, ὅπη ἂν αὐτῇ βουλομένῃ εἴη, καὶ αὖθις ἐνθένδε ἀπαλλάσσεσθαι, οὐδενὸς ἐμποδὼν ἱσταμένου. ἦν δέ τις τῶν ἐν Πέρσαις λογίμων Σεόσης ὄνομα, Καβάδῃ ἐς τὰ μάλιστα φίλος, ὃς ἀμφὶ τὸ φρούριον τοῦτο διατριβὴν εἶχε, καιροφυλακῶν εἴ πως αὐτὸν ἔνδοθεν ἐξελέσθαι δυνήσεται. διά τε τῆς γυναικὸς τῷ Καβάδῃ ἐσήμαινεν ὡς ἵπποι τέ οἱ καὶ ἄνδρες ἐν παρασκευῇ τυγχάνουσιν ὄντες τοῦ φρουρίου οὐ μακρὰν ἄποθεν, δηλώσας τι χωρίον αὐτῷ. καί ποτε νυκτὸς ἐπιλαβούσης ἀνέπεισε τὴν γυναῖκα Καβάδης ἐσθῆτα μὲν αὐτῷ τὴν οἰκείαν δοῦναι, τὰ δὲ αὑτοῦ ἀμπεχομένην ἱμάτια ἐπὶ τῆς εἱρκτῆς ἀντ’ αὐτοῦ καθῆσθαι, οὗπερ ἐκεῖνος ἐκάθητο. οὕτω μὲν οὖν Καβάδης ἀπηλλάσσετο ἐκ τοῦ δεσμωτηρίου. κατιδόντες δὲ αὐτὸν οἷς ἡ φυλακὴ αὕτη ἐπέκειτο τὴν γυναῖκα ὑπετόπαζον εἶναι· ταῦτά τοι οὔτε κωλύειν οὔτε ἄλλως αὐτὸν ἐνοχλεῖν ἔγνωσαν. ἅμα τε ἡμέρᾳ τὴν γυναῖκα ἐς τὸ δωμάτιον ἐν τοῖς τοῦ ἀνδρὸς ἱματίοις ἰδόντες καὶ μακρὰν ἀπολελειμμένοι τοῦ ἀληθοῦς ᾤοντο Καβάδην ἐνταῦθα εἶναι. ἥ τε δόκησις αὕτη ἐν ἡμέραις συχναῖς ἤκμαζεν, ἕως Καβάδης πόρρω που τῆς ὁδοῦ ἐγεγόνει. τὰ μὲν οὖν ἀμφὶ τῇ γυναικὶ ξυνενεχθέντα, ἐπεὶ ἐς φῶς ἡ ἐπιβουλὴ ἦλθε, καὶ ὅντινα αὐτὴν τρόπον ἐκόλασαν, ἐς τὸ ἀκριβὲς οὐκ ἔχω εἰπεῖν. οὐ γὰρ ὁμολογοῦσι Πέρσαι ἀλλήλοις· διὸ δὴ αὐτὰ λέγειν ἀφίημι.