Ancient Greek · ~5 min
6.10 to 6.16
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.10-16
Not analysed yet
Καβάδης δὲ λαθὼν ἅπαντας ξὺν τῷ Σεόσῃ ἐς Οὔννους τοὺς Ἐφθαλίτας ἀφίκετο, καὶ αὐτῷ τὴν παῖδα γυναῖκα ὁ βασιλεὺς γαμετὴν δίδωσιν, οὕτω τε στράτευμα λόγου πολλοῦ ἄξιον ἅτε κηδεστῇ ἐπὶ Πέρσας ξυνέπεμψε. τούτῳ τῷ στρατῷ Πέρσαι ὑπαντιάζειν οὐδαμῆ ἤθελον, ἀλλὰ ἄλλος ἄλλῃ ἐς φυγὴν ὥρμηντο. ἐπεὶ δὲ ὁ Καβάδης ἐν τῇ χώρᾳ ἐγένετο ἔνθα ὁ Γουσαναστάδης τὴν ἀρχὴν εἶχεν, εἶπε τῶν ἐπιτηδείων τισὶν ὡς χαναράγγην καταστήσεται ἄνδρα ἐκεῖνον, ὃς ἂν αὐτῷ Περσῶν πρῶτος ἐκείνῃ τῇ ἡμέρᾳ ἐς ὄψιν ἥκων ὑπουργεῖν βούλοιτο. εἰπόντι τέ οἱ μετέμελεν ἤδη τοῦ λόγου, ἐπεὶ νόμος αὐτὸν ἐσῄει, ὃς δὴ οὐκ ἐᾷ Πέρσαις ἐς τοὺς ἀλλοτρίους τὰς ἀρχὰς φέρεσθαι, ἀλλ’ οἷς ἡ τιμὴ ἑκάστη κατὰ γένος προσήκει. ἔδεισε γὰρ μή τις ἵκοιτο ἐς αὐτὸν πρῶτος τῷ χαναράγγῃ οὐ ξυγγενὴς ὤν, τόν τε νόμον ἀναγκάζηται λύειν ὅπως αὐτὸς ἀληθίζηται. ταῦτα δέ οἱ ἐν νῷ ἔχοντι ξυνέβη τις τύχη ὥστε μὴ τὸν νόμον ἀτιμάζοντι ἀληθεῖ εἶναι. ἔτυχε γὰρ πρῶτος Ἀδεργουδουνβάδης ἐς αὐτὸν ἥκων, νεανίας ἀνήρ, ξυγγενής τε ὢν τῷ Γουσαναστάδῃ καὶ διαφερόντως ἀγαθὸς τὰ πολέμια. ὃς δὴ δεσπότην τε προσεῖπε Καβάδην καὶ βασιλέα προσεκύνησε πρῶτος, ἐδεῖτό τέ οἱ ἅτε δούλῳ ὅ τι βούλοιτο χρῆσθαι.