Ancient Greek · ~5 min
6.1 to 6.5
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.1-2-5
Not analysed yet
Ἐτύγχανε δὲ ὀλίγῳ ἔμπροσθεν βασιλεὺς ἀρχὴν τῆς ἕω τὴν στρατηγίδα διελὼν δίχα, καὶ τὰ μὲν ἄχρι ἐς ποταμὸν Εὐφράτην ἐς τὸ Βελισαρίου ἀπολιπὼν ὄνομα ὃς ξύμπασαν τὴν ἀρχὴν τὰ πρότερα εἶχε, τὰ δὲ ἐνθένδε μέχρι τῶν Περσικῶν ὁρίων τῷ Βούζῃ ἐπιτρέψας, ὃν δὴ ἁπάσης ἐπιμέλεσθαι τῆς ἑῴας ἀρχῆς, ἕως Βελισάριος ἐξ Ἰταλίας ἐπανήκοι, ἐκέλευε. διὸ δὴ ὁ Βούζης ἅπαντα τὸν στρατὸν ἑπόμενον ἔχων τὰ μὲν πρῶτα ἐπὶ τῆς Ἱεραπόλεως ἔμενεν· ἐπεὶ δὲ τὰ ξυμπεσόντα Σουρηνοῖς ἔμαθε, ξυγκαλέσας τοὺς Ἱεραπολιτῶν πρώτους ἔλεξε τοιάδε “Οἷς μὲν ἐξ ἀντιπάλου τῆς δυνάμεως πρὸς τοὺς ἐπιόντας ὁ ἀγών ἐστιν, ἐς χεῖρας τοῖς πολεμίοις ἐκ τοῦ εὐθέος καθίστασθαι οὐδὲν ἀπεικός, οἷς δὲ τῶν ἐναντίων πολλῷ τῷ διαλλάσσοντι καταδεεστέροις ξυμβαίνει εἶναι, μηχαναῖς τισι τοὺς πολεμίους περιελθεῖν μᾶλλον ξυνοίσει ἢ ἐκ τοῦ ἐμφανοῦς ἀντιτασσομένοις ἐς κίνδυνόν τινα προὖπτον ἰέναι. ἡλίκος μὲν οὖν ἐστιν ὁ Χοσρόου στρατὸς ἀκούετε δήπου. ἢν δὲ αὐτὸς μὲν πολιορκίᾳ ἡμᾶς ἐξελεῖν βούληται, ἡμεῖς δὲ ἀπὸ τοῦ τείχους τὸν πόλεμον διενέγκωμεν, ἡμᾶς μὲν τὰ ἐπιτήδεια ἐπιλείψειν εἰκός, Πέρσας δὲ ἅπαντα ἐκ τῆς ἡμετέρας οὐδενὸς ἀντιστατοῦντος κομίζεσθαι. ταύτῃ τε τῆς πολιορκίας μηκυνομένης, οὐδὲ ἀρκέσειν τὸν περίβολον ταῖς τῶν πολεμίων ἐπιβουλαῖς οἶμαι, ὃν δὴ ἐπιμαχώτατον πολλαχόσε τετύχηκεν εἶναι, καί τι Ῥωμαίοις τῶν ἀνηκέστων ξυμβήσεσθαι.