Ancient Greek · ~2 min
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 6
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.6
Not analysed yet
ἢν δέ γε μοίρᾳ μέν τινι τοῦ στρατοῦ τὸ τῆς πόλεως φυλάξωμεν τεῖχος, οἱ δὲ λοιποὶ τὰς ἀμφὶ τὴν πόλιν ὑπωρείας καταλάβωσιν, ἐνθένδε καταθέοντες πὴ μὲν τὸ τῶν ἐναντίων στρατόπεδον, πὴ δὲ τοὺς τῶν ἐπιτηδείων ἕνεκα στελλομένους, ἀναγκάσουσι Χοσρόην αὐτίκα δὴ μάλα λύσαντα τὴν προσεδρείαν, τὴν ἀναχώρησιν δι’ ὀλίγου ποιήσασθαι, οὔτε τὰς προσβολὰς ἀδεέστερον ἐπάγειν τῷ περιβόλῳ παντελῶς ἔχοντα οὔτε τι τῶν ἀναγκαίων στρατῷ τοσούτῳ πορίζεσθαι.”