Ancient Greek · ~7 min
6.1 to 6.8
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.1-3-8
Not analysed yet
Τῶνδε εἵνεκα τίσασθαι Βανδίλους βασιλεὺς Λέων βουλόμενος ξυνήγειρεν ἐπ’ αὐτοὺς στράτευμα· τοῦδε δὲ τοῦ στρατεύματος λέγουσι τὸ πλῆθος ἐς δέκα μάλιστα μυριάδας γενέσθαι. στόλον δὲ νεῶν ἐξ ἁπάσης τῆς πρὸς ἕω θαλάσσης ἀθροίσας πολλὴν ἐπεδείξατο μεγαλοφροσύνην ἔς τε στρατιώτας καὶ ναύτας, δεδιὼς μή τί οἱ ἐκ μικρολογίας ἐμποδὼν γένηται προθυμουμένῳ ἐς τοὺς βαρβάρους ἐπιτελέσαι τὴν κόλασιν. φασὶ γοῦν αὐτῷ τριακόσια καὶ χίλια κεντηνάρια ἐπ’ οὐδενὶ ἔργῳ δεδαπανῆσθαι. ἀλλ’ ἐπεὶ οὐκ ἔδει Βανδίλους τῷ στόλῳ τούτῳ ἀπολωλέναι, αὐτοκράτορα τοῦ πολέμου ποιεῖται Βασιλίσκον, Βηρίνης τῆς γυναικὸς ἀδελφὸν ὄντα καὶ τῆς βασιλείας ἐκτόπως ἐρῶντα, ἥν οἱ ἤλπισεν ἀμαχητὶ ἔσεσθαι τὴν Ἄσπαρος προσποιησαμένῳ φιλίαν. αὐτὸς γὰρ Ἄσπαρ τῆς Ἀρείου δόξης μεταποιούμενος, ταύτην τε οὐκ ἐννοῶν μετατίθεσθαι, παρελθεῖν μὲν εἰς τὴν βασιλείαν οὐχ οἷός τε ἦν, καταστήσασθαι δὲ ἐς αὐτὴν ἕτερον εὐπετῶς ἴσχυσεν, ἤδη τε Λέοντι τῷ βασιλεῖ ὡς ἐπιβουλεύσει προσκεκρουκότι ἐπίδοξος ἦν. λέγουσιν οὖν Ἄσπαρα τότε δείσαντα μὴ Βανδίλων ἡσσημένων ὁ Λέων ὡς ἀσφαλέστατα τὴν βασιλείαν κρατύνηται, πολλὰ Βασιλίσκῳ ἐπισκήψαντα παρακαταθέσθαι οἱ Βανδίλους τε καὶ Γιζέριχον. Λέων δὲ ἤδη πρότερον Ἀνθέμιον, ἄνδρα ἐκ γερουσίας, πλούτῳ τε καὶ γένει μέγαν, βασιλέα τῆς ἑσπερίας καταστησάμενος ἔπεμψεν, ὅπως οἱ τὰ ἐς τὸν Βανδιλικὸν συλλήψεται πόλεμον. καίτοι Γιζέριχος ἔχρῃζε καὶ πολλὰ ἐλιπάρει Ὀλυβρίῳ παραδοθῆναι τὴν βασιλείαν Πλακιδίᾳ τῇ Βαλεντινιανοῦ παιδὶ ξυνοικοῦντι καὶ διὰ τὸ κῆδος εὐνοϊκῶς αὐτῷ ἔχοντι, ἐπειδή τε τούτου ἠτύχησεν, ἔτι μᾶλλον ὠργίζετο καὶ πᾶσαν τὴν βασιλέως γῆν ἐληίζετο. ἦν δέ τις ἐν Δαλματίᾳ Μαρκελλιανὸς τῶν Ἀετίῳ γνωρίμων, ἀνὴρ δόκιμος, ὃς ἐπειδὴ Ἀέτιος ἐτελεύτησε τρόπῳ τῷ εἰρημένῳ, βασιλεῖ εἴκειν οὐκέτι ἠξίου, ἀλλὰ νεωτερίσας τε καὶ τοὺς ἄλλους ἅπαντας ἀποστήσας αὐτὸς εἶχε τὸ Δαλματίας κράτος, οὐδενός οἱ ἐς χεῖρας ἰέναι τολμήσαντος. τοῦτον δὴ τὸν Μαρκελλιανὸν τότε Λέων βασιλεὺς εὖ μάλα τιθασσεύων προσεποιήσατο, καὶ ἐς Σαρδὼ τὴν νῆσον ἐκέλευεν ἰέναι, Βανδίλων κατήκοον οὖσαν. ὁ δὲ αὐτὴν Βανδίλους ἐξελάσας οὐ χαλεπῶς ἔσχεν.