Ancient Greek · ~1 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 6
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.9
Not analysed yet
Ἡράκλειος δὲ σταλεὶς ἐκ Βυζαντίου εἰς Τρίπολιν τὴν ἐν Λιβύῃ νικήσας τε μάχῃ τοὺς ταύτῃ Βανδίλους τάς τε πόλεις ῥᾳδίως εἷλε καὶ τὰς ναῦς ἐνταῦθα ἀπολιπὼν πεζῇ τὸ στράτευμα ἐς Καρχηδόνα ἦγε. τὰ μὲν οὖν τοῦ πολέμου προοίμια τῇδε ἐφέρετο.