Ancient Greek · ~7 min
6.10.1 to 6.10.9
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.10.1-9
Not analysed yet
Ἐν ᾧ δὲ ταῦτα ἐγίνετο, ἐν τούτῳ Βελισάριος γράψας πρὸς Ἰωάννην ἔργου ἐκέλευεν ἔχεσθαι. ὁ δὲ ξὺν τοῖς δισχιλίοις ἱππεῦσι τὴν Πικηνῶν περιιὼν χώραν τὰ ἐν ποσὶν ἐληΐζετο πάντα, παῖδάς τε καὶ γυναῖκας τῶν πολεμίων ἐν ἀνδραπόδων ποιούμενος λόγῳ. Οὐλίθεόν τε, τὸν Οὐιττίγιδος θεῖον, ξὺν Γότθων στρατῷ ὑπαντιάσαντα μάχῃ νικήσας αὐτόν τε κτείνει καὶ πάντα σχεδὸν τὸν τῶν πολεμίων στρατόν. διὸ δὴ οὐδείς οἱ ἐτόλμα ἔτι ἐς χεῖρας ἰέναι. ἐπεὶ δὲ ἀφῖκτο ἐς Αὔξιμον πόλιν, Γότθων μὲν ἐνταῦθα φρουρὰν οὐκ ἀξιόχρεών τινα ἔμαθεν εἶναι, ἄλλως δὲ ὀχυρόν τε καὶ ἀνάλωτον κατενόησε τὸ χωρίον. καὶ ἀπ’ αὐτοῦ προσεδρεύειν μὲν οὐδαμῆ ἤθελεν, ἀλλὰ ἀπαλλαγεὶς ἐνθένδε ὅτι τάχιστα πρόσω ἤλαυνε. ταὐτὸ δὲ τοῦτο καὶ Οὐρβῖνον ἀμφὶ πόλιν ἐποίει, ἔς τε Ἀρίμινον Ῥωμαίων αὐτὸν ἐπαγαγομένων ἐσήλαυνεν, ἥπερ μιᾶς ἡμέρας ὁδῷ Ῥαβέννης διέχει. οἱ μὲν οὖν βάρβαροι ὅσοι φρουρὰν ἐνταῦθα εἶχον, ὑποψίᾳ ἐς Ῥωμαίους τοὺς οἰκήτορας πολλῇ χρώμενοι, ἐπειδὴ προϊέναι τὸ στράτευμα τοῦτο ἐπύθοντο, ἀπεχώρησάν τε καὶ δρόμῳ ἰόντες ἐν Ῥαβέννῃ ἐγένοντο. οὕτω δὲ Ἰωάννης Ἀρίμινον ἔσχε πολεμίων φρουρὰν ὄπισθεν ἔν τε Αὐξίμῳ καὶ Οὐρβίνῳ ἀπολιπών, οὐχ ὅτι τῶν Βελισαρίου ἐντολῶν ἐς λήθην ἦλθεν, οὐδὲ θράσει ἀλογίστῳ ἐχόμενος, ἐπεὶ ξὺν τῷ δραστηρίῳ τὸ ξυνετὸν εἶχεν, ἀλλὰ λογισάμενος, ὅπερ ἐγένετο, ὡς ἢν Γότθοι πύθωνται τὸν Ῥωμαίων στρατὸν ἄγχιστά πη Ῥαβέννης εἶναι, αὐτίκα μάλα τὴν ἐν Ῥώμῃ διαλύσουσι προσεδρείαν, ἀμφὶ τῷ χωρίῳ τούτῳ δείσαντες. καὶ ἔτυχέ γε τῆς ἀληθοῦς δόξης. ἐπειδὴ γὰρ Οὐίττιγίς τε καὶ ὁ Γότθων στρατὸς Ἀρίμινον ἔχεσθαι πρὸς αὐτοῦ ἤκουσαν, ἐς μέγα δέος ἀμφὶ Ῥαβέννῃ ἐμπεπτωκότες ἄλλο τε ὑπολογισάμενοι τῶν πάντων οὐδέν, εὐθυωρὸν τὴν ἀναχώρησιν ἐποιήσαντο, ὥς μοι αὐτίκα λελέξεται. καὶ μέ γα τι κλέος ἐκ τοῦ ἔργου τούτου Ἰωάννης ἔσχε, διαβόητος καὶ τὸ πρότερον ὤν.