Ancient Greek · ~5 min
6.9.17 to 6.9.23
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.9.17-23
Not analysed yet
δύο οὖν Ῥωμαίους ἀμφὶ τὸν Πέτρου τοῦ ἀποστόλου νεὼν ᾠκημένους χρήμασιν ἀναπείθει οἴνου ἀσκὸν ἔχοντας παρὰ τοὺς ἐκείνῃ φρουροὺς ἰέναι περὶ λύχνων ἁφάς, καὶ αὐτοῖς τὸν οἶνον τρόπῳ ὅτῳ δὴ φιλοφροσύνην ἐνδεικνυμένους χαρίζεσθαι, εἶτα ξὺν αὐτοῖς πόρρω τῶν νυκτῶν καθημένους πίνειν, ἑκάστῳ τε ἐς τὴν κύλικα ὑπνωτικὸν ἐμβαλεῖν φάρμακον ὅπερ σφίσιν αὐτὸς ἐδεδώκει. ἀκάτους δὲ λάθρα ἐν τῇ ἑτέρᾳ ὄχθῃ ἐν παρασκευῇ ποιησάμενος εἶχεν, αἷς δὴ τῶν βαρβάρων τινάς, ἐπειδὰν τάχιστα οἱ φύλακες ὕπνῳ ἔχοιντο, ξὺν κλίμαξιν ἐκ σημείου ἑνὸς τὸν ποταμὸν διαβαίνοντας τὴν ἐπίθεσιν τῷ περιβόλῳ ποιήσασθαι. τό τε στράτευμα ἐς τοῦτο ἡτοίμαζεν ὅλον, ὅπως ἅπασα κατὰ κράτος ἡ πόλις ἁλῴη. τούτων δὲ οὕτω ξυγκειμένων σφίσι; τοῖν ἀνδροῖν ἅτερος τοῖν Οὐιττίγιδι ἐς ταύτην δὴ παρεσκευασμένοιν τὴν ὑπουργίαν ʽοὐ γὰρ ἔδει Ῥωμαίους τούτῳ τῷ Γότθων στρατοπέδῳ ἁλῶναἰ αὐτεπάγγελτος ἐλθὼν Βελισαρίῳ τε ἅπαντα φράζει καὶ τὸν ἕτερον ἐνδείκνυσιν. ὃς δὴ αἰκιζόμενος ἐς φῶς τε ἅπαντα ἤνεγκεν ὅσα δρᾶν ἔμελλε καὶ τὸ φάρμακον ἐπεδείκνυεν ὅπερ Οὐίττιγις αὐτῷ ἐδεδώκει. καὶ αὐτοῦ Βελισάριος τήν τε ῥῖνα καὶ τὰ ὦτα λωβησάμενος ἐς τῶν πολεμίων τὸ χαράκωμα ὄνῳ ὀχούμενον ἔπεμψε. καὶ κατιδόντες αὐτὸν οἱ βάρβαροι ἔγνωσαν ὡς ὁ θεὸς οὐκ ἐῴη σφῶν τὰ βουλεύματα ὁδῷ ἰέναι, καὶ δι’ αὐτὸ οὐκ ἄν ποτε ἡ πόλις σφίσιν ἁλώσιμος εἴη.