Ancient Greek · ~2 min
6.10.18 to 6.10.20
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.10.18-20
Not analysed yet
πολλοὶ δὲ καὶ τῆς γεφύρας ἐφ’ ἑκάτερα ἐξέπιπτον ἐς τὸν Τίβεριν καὶ αὐτοῖς ὅπλοις καταδυόμενοι ἔθνησκον. οὕτω δὲ τοὺς πλείστους ἀποβαλόντες οἱ λοιποὶ τοῖς πρότερον διαβᾶσι ξυνέμιξαν. Λογγῖνος δὲ Ἴσαυρος καὶ Μουνδίλας, οἱ Βελισαρίου δορυφόροι, διαφερόντως ἐν ταύτῃ τῇ μάχῃ ἠρίστευσαν. ἀλλὰ Μουνδίλας μὲν τέτρασι βαρβάροις καθ’ ἕκαστον ἐς χεῖρας ἐλθὼν ἔκτεινέ τε ἅπαντας καὶ αὐτὸς ἐσώθη· Λογγῖνος δὲ τῆς τῶν πολεμίων τροπῆς αἰτιώτατος γεγονὼς αὐτοῦ ἔπεσε πολὺν αὑτοῦ πόθον τῷ Ῥωμαίων στρατοπέδῳ ἀπολιπών.