Ancient Greek · ~3 min
6.11.1 to 6.11.3
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.11.1-3
Not analysed yet
Οὐίττιγις μὲν οὖν στρατῷ τῷ καταλοίπῳ ἐπὶ Ῥαβέννης ἰὼν τῶν χωρίων τὰ ὀχυρώματα πλήθει φρουρῶν ἐκρατύνατο, ἐν Κλουσίῳ μὲν τῇ Τούσκων πόλει χιλίους τε ἄνδρας καὶ ἄρχοντα Γιβίμερα ἀπολιπών, ἔν τε Οὐρβιβεντῷ τοσούτους, οἷς δὴ ἄρχοντα Ἀλβίλαν ἄνδρα Γότθον ἐπέστησε. καὶ Οὐλιγίσαλον ἐν τῇ Τουδέρᾳ ξὺν τετρακοσίοις κατέλιπεν. ἐν δὲ δὴ Πικηνῶν τῇ χώρᾳ τετρακοσίους μὲν ἐς Πέτραν τὸ φρούριον εἴασεν, οἳ καὶ πρότερον ταύτῃ ᾤκηντο, ἐν Αὐξίμῳ δέ, ἣ πασῶν μεγίστη τῶν ἐκείνῃ πόλεών ἐστι, Γότθους τε ἀριστίνδην ξυνειλεγμένους τετρακισχιλίους κατέλιπε καὶ ἄρχοντα ἐς ἄγαν δραστήριον Οὐίσανδον ὄνομα, ξύν τε τῷ Μώρᾳ δισχιλίους ἐν Οὐρβίνῳ τῇ πόλει. ἔστι δὲ καὶ ἄλλα φρούρια δύο, Καισῆνά τε καὶ Μοντεφέρετρα, ὧν δὴ ἐν ἑκατέρῳ φρουρὰν οὐχ ἧσσον ἢ κατὰ πεντακοσίων ἀνδρῶν κατεστήσατο. αὐτὸς δὲ τῷ ἄλλῳ στρατῷ εὐθὺ Ἀριμίνου ὡς πολιορκήσων ἐχώρει.