Ancient Greek · ~7 min
6.11 to 6.20
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.11-2-20
Not analysed yet
οὕτω Γιζέριχος Λέοντα ὡς ἄμαχον βασιλέα κατωρρώδησεν, ἐπεί οἱ Σαρδώ τε καὶ Τρίπολις ἁλοῦσαι ἠγγέλλοντο καὶ τὸν Βασιλίσκου στόλον ἑώρα οἷος οὐδείς πω ἐλέγετο Ῥωμαίοις πρότερον γεγενῆσθαι. νῦν δὲ τοῦτο ἐκώλυσεν ἡ τοῦ στρατηγοῦ μέλλησις, εἴτε κακότητι εἴτε προδοσίᾳ προσγενομένη. Γιζέριχος δὲ τῆς Βασιλίσκου ὀλιγωρίας ἀπολαύων ἐποίει τάδε. ὁπλίσας ἅπαντας ὡς ἄριστα εἶχε τοὺς ὑπηκόους ἐπλήρου τὰς ναῦς, ἄλλας τε κενὰς ἀνδρῶν καὶ ὡς τάχιστα πλεούσας ἐν παρασκευῇ εἶχε. πέμψας δὲ πρέσβεις ὡς Βασιλίσκον ἐδεῖτο τὸν πόλεμον ἐς πέντε ἡμερῶν ὑπερβαλέσθαι χρόνον, ὅπως μεταξὺ βουλευσάμενος ἐκεῖνα ποιοίη ἃ δὴ μάλιστα βασιλεῖ βουλομένῳ εἴη. λέγουσι δὲ αὐτὸν καὶ χρυσίου πολύ τι χρῆμα κρύφα τῆς Βασιλίσκου στρατιᾶς πέμψαντα ταύτην δὴ τὴν ἐκεχειρίαν ὠνήσασθαι. ἔπρασσε δὲ ταῦτα οἰόμενος, ὅπερ ἐγένετο, πνεῦμα ἐπίφορον ἐν τούτῳ οἱ τῷ χρόνῳ γενήσεσθαι. Βασιλίσκος δὲ ἢ Ἄσπαρι καθάπερ ὑπέστη χαριζόμενος ἢ τὸν καιρὸν χρημάτων ἀποδιδόμενος, ἢ καὶ βέλτιον αὐτῷ ἐνομίσθη, ἐποίει τε τὰ αἰτούμενα καὶ ἡσύχαζεν ἐν τῷ στρατοπέδῳ, τὴν εὐκαιρίαν προσδεχόμενος τῶν πολεμίων. Οἱ δὲ Βανδίλοι, ἐπειδὴ σφίσι τάχιστα τὸ πνεῦμα ἐγεγόνει, ὃ δὴ τέως καραδοκοῦντες ἐκάθηντο, ἀράμενοί τε τὰ ἱστία καὶ τὰ πλοῖα ἀφέλκοντες ὅσα αὐτοῖς ἀνδρῶν κενά, ὥσπερ μοι πρότερον εἴρηται, παρεσκεύαστο, ἔπλεον ἐπὶ τοὺς πολεμίους. ὡς δὲ ἀγχοῦ ἐγένοντο, πῦρ ἐν τοῖς πλοίοις ἐνθέμενοι, ἃ δὴ αὐτοὶ ἐφέλκοντες ἦγον, κεκολπωμένων αὐτοῖς τῶν ἱστίων, ἀφῆκαν ἐπὶ τὸ τῶν Ῥωμαίων στρατόπεδον. ἅτε δὲ πλήθους ὄντος ἐνταῦθα νηῶν, ὅπη τὰ πλοῖα ταῦτα προσπίπτοιεν, ἔκαιόν τε ῥᾳδίως καὶ αὐτὰ οἷς ἂν συμμίξαιεν ἑτοίμως ξυνδιεφθείροντο. οὕτω δὲ τοῦ πυρὸς ἐπιφερομένου θόρυβός τε, ὡς τὸ εἰκός, εἶχε τὸν Ῥωμαίων στόλον καὶ κραυγῆς μέγεθος τῷ τε πνεύματι καὶ τῷ τῆς φλογὸς βόμβῳ ἀντιπαταγούσης μάλιστα, καὶ τῶν στρατιωτῶν ὁμοῦ τοῖς ναύταις ἀλλήλοις ἐγκελευομένων καὶ τοῖς κοντοῖς διωθουμένων τά τε πυρφόρα πλοῖα καὶ τὰς σφῶν αὐτῶν ναῦς ὑπ’ ἀλλήλων διαφθειρομένας οὐδενὶ κόσμῳ.