Ancient Greek · ~5 min
6.21 to 6.27
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.21-27
Not analysed yet
ἤδη δὲ καὶ οἱ Βανδίλοι παρῆσαν ἐμβάλλοντές τε καὶ καταδύοντες καὶ αὐτοῖς ὅπλοις τοὺς διαφεύγοντας τῶν στρατιωτῶν ληιζόμενοι. εἰσὶ δὲ οἳ καὶ ἄνδρες ἀγαθοὶ Ῥωμαίων ἐν τῷ πόνῳ τούτῳ ἐγένοντο, καὶ πάντων μάλιστα Ἰωάννης, ὑποστράτηγός τε ὢν Βασιλίσκου καὶ οὐδ’ ὁπωστιοῦν τῆς ἐκείνου προδοσίας μεταλαχών. περιστάντος γὰρ ὁμίλου πολλοῦ τὴν αὐτοῦ ναῦν, ἔκτεινε μὲν ἐπιστροφάδην ἀπὸ τοῦ καταστρώματος πολύ τι τῶν πολεμίων πλῆθος, ὡς δὲ ἁλισκομένης ᾔσθετο τῆς νεώς, ἥλατο ξὺν πάσῃ τῇ τῶν ὅπλων σκευῇ ἀπὸ τῶν ἰκρίων εἰς θάλασσαν. πολλὰ μὲν οὖν αὐτὸν ἐλιπάρει Γένζων ὁ Γιζερίχου, πιστά τε παρεχόμενος καὶ σωτηρίαν προτεινόμενος, ὁ δὲ οὐδὲν ἧσσον ἐς θάλασσαν καθῆκε τὸ σῶμα, ἐκεῖνο μόνον ἀποφθεγξάμενος, ὡς οὐ μή ποτε Ἰωάννης ὑπὸ χερσὶ κυνῶν γένηται. Ὁ μὲν δὴ πόλεμος οὗτος ἐς τοῦτο ἐτελεύτα καὶ Ἡράκλειος ἐπ’ οἴκου ἀπεκομίσθη· Μαρκελλιανὸς γὰρ πρός του τῶν συναρχόντων ἀπώλετο δόλῳ. Βασιλίσκος δὲ ἀφικόμενος ἐς Βυζάντιον ἱκέτης ἐκάθητο ἐς τὸ ἱερὸν Χριστοῦ τοῦ μεγάλου θεοῦ ʽΣοφίαν καλοῦσιν οἱ Βυζάντιοι τὸν νεών, ταύτην δὴ μάλιστα τῷ θεῷ πρέπειν τὴν ἐπωνυμίαν ἡγούμενοἰ, ἐξαιτησαμένης δὲ αὐτὸν Βηρίνης τῆς βασιλίδος τὸν μὲν κίνδυνον τοῦτον διέφυγεν, ἐς βασιλείαν δὲ τότε παρελθεῖν, ἧς δὴ ἕνεκα πάντα αὐτῷ εἴργαστο, οὐχ οἷός τε ἦν. Λέων γὰρ βασιλεὺς οὐ πολλῷ ὕστερον Ἄσπαρά τε καὶ Ἀρδαβούριον ἐν παλατίῳ διέφθειρεν, ἐπεί οἱ θάνατον ἐπιβουλεύειν αὐτοὺς ὑπετόπησε. ταῦτα μὲν οὖν ἐγένετο τῇδε.