Ancient Greek · ~7 min
6.12 to 6.22
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.12-22
Not analysed yet
καὶ κατὰ ταῦτα αὐτός τε καὶ ἡ γυνὴ ὤμοσε· τόν τε Πέτρον ὅρκοις κατέλαβεν, ὡς οὐ πρότερον ἔκπυστα ταῦτα ποιήσεται, πρὶν ἂν βασιλέα οὐκ ἐνδεχόμενον τὴν προτέραν ξύμβασιν ἴδοι. καὶ Ῥουστικὸν τῶν τινα ἱερέων καὶ αὐτῷ μάλιστα ἐπιτήδειον, ἄνδρα Ῥωμαῖον, ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ ξὺν αὐτῷ ἔπεμψεν. οἷς δὴ καὶ γράμματα ἐνεχείρισε. Πέτρος μὲν οὖν καὶ Ῥουστικὸς ἐν Βυζαντίῳ γενόμενοι τὰ πρότερον δόξαντα βασιλεῖ ἤγγειλαν, καθάπερ Θευδάτος σφίσιν ἐπέστελλεν. ἐπεὶ δὲ τοὺς λόγους ἐνδέχεσθαι βασιλεὺς ἥκιστα ἤθελε, τὰ ἐν ὑστέρῳ γεγραμμένα ἐπέδειξαν. ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Οὐ γέγονα μὲν βασιλικῆς αὐλῆς ἐπηλύτης, τετύχηκε γάρ μοι τετέχθαι τε ἐν βασιλέως θείου καὶ τεθράφθαι τοῦ γένους ἀξίως, πολέμων δὲ καὶ τῶν ἐν τούτοις θορύβων εἰμὶ οὐ παντελῶς ἔμπειρος. περὶ λόγων γὰρ ἀκοὴν ἄνωθεν ἐρωτικῶς ἐσχηκότι μοι καὶ διατριβὴν ἐς τοῦτο ἀεὶ πεποιημένῳ ξυμβαίνει τῆς ἐν ταῖς μάχαις ταραχῆς ἑκαστάτω ἐς τόδε εἶναι. ὥστε ἥκιστά με εἰκὸς τὰς ἐκ τῆς βασιλείας ζηλοῦντα τιμὰς τὸν μετὰ κινδύνων διώκειν βίον, ἐξὸν ἀμφοῖν ἐκποδὼν ἵστασθαι. τούτοιν γάρ μοι οὐδέτερον ἐν ἡδονῇ ἐστι· τὸ μέν, ὅτι κόρῳ τετίμηται, πλησμονὴ γὰρ ἡδέων ἁπάντων, τὸ δέ, ὅτι τὸ μὴ ἐθισθῆναι ἐς ταραχὴν φέρει. ἐγὼ δέ, εἴ μοι χωρία γένηται οὐχ ἧσσον ἢ δώδεκα κεντηναρίων ἐπέτειον φέροντα πρόσοδον, περὶ ἐλάσσονος ἂν αὐτῶν τὴν βασιλείαν ποιήσαιμι, καί σοι τὸ Γότθων τε καὶ Ἰταλιωτῶν αὐτίκα μάλα ἐγχειριῶ κράτος. ὡς ἔγωγε ἥδιον ἂν ξὺν τῇ ἀπραγμοσύνῃ γεωργὸς εἴην ἢ ἐν μερίμναις βασιλικαῖς βιῴην, κινδύνους ἐκ κινδύνων παραπεμπούσαις. ἀλλὰ πέμπε ἄνδρα ὡς τάχιστα, ὅτῳ με Ἰταλίαν τε καὶ τὰ τῆς βασιλείας πράγματα παραδοῦναι προσήκει.” Θευδάτου μὲν ἡ γραφὴ τοσαῦτα ἐδήλου. βασιλεὺς δὲ ὑπεράγαν ἡσθεὶς ἀμείβεται ὧδε· “Πάλαι μέν σε ξυνετὸν εἶναι ἀκοῇ εἶχον, νῦν δὲ καὶ τῇ πείρᾳ μεμαθηκὼς οἶδα οἷς οὐκ ἔγνωκας τὸ τοῦ πολέμου καραδοκεῖν πέρας.