Ancient Greek · ~2 min
6.23 to 6.25
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.23-25
Not analysed yet
ὅπερ ἤδη πεπονθότες τινὲς ἐν τοῖς μεγίστοις ἐσφάλησαν. καί σοι οὔ ποτε μεταμελήσει φίλους ἡμᾶς ἀντὶ πολεμίων ποιησαμένῳ. ἀλλὰ καὶ ταῦτα ἅπερ αἰτεῖς παρ’ ἡμῶν ἕξεις, καὶ προσέσται σοι ἐν ταῖς πρώταις Ῥωμαίων τιμαῖς ἀναγράπτῳ εἶναι. νῦν μὲν οὖν Ἀθανάσιόν τε καὶ Πέτρον ἀπέσταλκα, ὅπως ὁμολογίᾳ τινὶ ἑκατέρῳ τὸ βέβαιον ἔσται. ἥξει δὲ ὅσον οὔπω καὶ Βελισάριος παρὰ σέ, πέρας ἅπασιν