Ancient Greek · ~7 min
6.12.30 to 6.12.39
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.12.30-39
Not analysed yet
ἔνθα δὴ τάς τε ναῦς ἀπολιπόντες καὶ ὁδῷ πορευόμενοι πρόσω ἐχώρουν, τοὺς λέμβους τῶν νηῶν ἐν ταῖς ἁμάξαις ἐνθέμενοι, ὅπως ἂν Πάδον τὸν ποταμὸν διαβαίνουσι μηδὲν σφίσιν ἐμπόδιον εἴη. οὕτω γοῦν τοῦ ποταμοῦ τὴν διάβασιν ἐποιήσαντο. ἐπεὶ δὲ τὸν Πάδον διαβάντες ἐς Τικηνὸν πόλιν ἀφίκοντο, Γότθοι αὐτοῖς ἀπαντήσαντες ἐς χεῖρας ἦλθον. ἦσαν δὲ πολλοί τε καὶ ἄριστοι, ἐπεὶ τῶν χρημάτων τὰ τιμιώτατα βάρβαροι ἅπαντες οἳ ταύτῃ ᾤκηντο ἐν Τικηνῷ καταθέμενοι ἅτε ἐν χωρίῳ ὀχύρωμα ἰσχυρὸν ἔχοντι, φρουρὰν ἐνταῦθα λόγου ἀξίαν ἐλίποντο. μάχης οὖν καρτερᾶς γενομένης ἐνίκων Ῥωμαῖοι, καὶ τοὺς ἐναντίους τρεψάμενοι διέφθειράν τε συχνοὺς καὶ τὴν πόλιν ἐν τῇ διώξει ἑλεῖν παρ’ ὀλίγον ἦλθον. μόλις γὰρ ἐπιθεῖναι τὰς πύλας οἱ βάρβαροι ἴσχυσαν, ἐγκειμένων σφίσι τῶν πολεμίων. Ῥωμαίων δὲ ὀπίσω ἀπελαυνόντων Φιδέλιος εὐξόμενος ἔς τινα τῶν ἐκείνῃ νεῶν ὕστατος ἔμεινε. τύχῃ δέ τινι ὀκλάσαντός οἱ τοῦ ἵππου ἔπεσε. καὶ αὐτὸν κατιδόντες Γότθοι, ἐπεὶ τοῦ περιβόλου ἄγχιστα ἐπεπτώκει, ἐπεξελθόντες ἔκτεινάν τε καὶ ἔλαθον τοὺς πολεμίους. οὗ δὴ ὕστερον Μουνδίλας τε καὶ Ῥωμαῖοι αἰσθόμενοι ἤσχαλλον. Ἔνθεν τε ἐς Μεδιόλανον πόλιν ἀφίκοντο καὶ αὐτὴν ἀμαχητὶ ξὺν Λιγουρίᾳ τῇ ἄλλῃ ἔσχον. ἅπερ ἐπειδὴ Οὐίττιγις ἔμαθε, στράτευμά τε πολὺ κατὰ τάχος καὶ Οὐραΐαν ἄρχοντα, τὸν αὑτοῦ ἀδελφιδοῦν, ἔπεμψε. καὶ Θευδίβερτος δέ οἱ, ὁ Φράγγων ἀρχηγός, ἄνδρας μυρίους δεηθέντι ἐς ξυμμαχίαν ἀπέστειλεν, οὐ Φράγγων αὐτῶν, ἀλλὰ Βουργουζιώνων, τοῦ μὴ δοκεῖν τὰ βασιλέως ἀδικεῖν πράγματα. οἱ γὰρ Βουργουζίωνες ἐθελούσιοί τε καὶ αὐτονόμῳ γνώμῃ, οὐ Θευδιβέρτῳ κελεύοντι ἐπακούοντες δῆθεν τῷ λόγῳ ἐστέλλοντο. οἷς δὴ οἱ Γότθοι ἀναμιχθέντες ἔς τε Μεδιόλανον Ῥωμαίων ἥκιστα προσδεχομένων ἀφίκοντο καὶ ἐνστρατοπεδευσάμενοι ἐπολιόρκουν. ταύτῃ γοῦν οὐδέ τι ἐσκομίσασθαι τῶν ἐπιτηδείων Ῥωμαῖοι ἔσχον, ἀλλ’ εὐθὺς ἤχθοντο τῶν ἀναγκαίων τῇ ἀπορίᾳ.