Ancient Greek · ~2 min
6.12.40 to 6.12.41
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.12.40-41
Not analysed yet
οὐ μὴν οὐδὲ τοῦ περιβόλου τὴν φυλακὴν οἱ στρατιῶται εἶχον, ἐπεὶ ὁ Μουνδίλας πόλεις τε καταλαβὼν ἔτυχεν ὅσαι Μεδιολάνου ἄγχιστα οὖσαι ὀχυρώματα εἶχον, Βέργομόν τε καὶ Κῶμον καὶ Νοβαρίας καὶ ἄλλα ἄττα πολίσματα, καὶ φρουρὰς πανταχόθι λόγου ἀξίας καταστησάμενος, αὐτὸς δὲ τριακοσίους μάλιστα ἔχων ἐν Μεδιολάνῳ ἔμεινε, καὶ ξὺν αὐτῷ Ἔννης τε καὶ Παῦλος. ὥστε ἀνάγκῃ οἱ τῆς πόλεως οἰκήτορες ἐκ περιτροπῆς ἀεὶ τὴν φυλακὴν εἶχον. τὰ μὲν οὖν ἐν Λιγούροις ἐφέρετο τῇδε καὶ ὁ χειμὼν ἔληγε, καὶ τρίτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε ὃν Προκόπιος ξυνέγραψε.