Ancient Greek · ~1 min
6.14.11 to 6.14.12
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.14.11-12
Not analysed yet
καὶ αὐτοὶ ἐς ἄγαν ἀχθόμενοι Ῥοδοῦλφον ἀνέδην σφῶν τὸν ἡγεμόνα ἐκάκιζον, φοιτῶντές τε ἀεὶ παρ’ αὐτὸν μαλθακόν τε καὶ γυναικώδη ἐκάλουν, ἄλλοις τέ τισιν αὐτὸν ἐρεσχελοῦντες ὀνόμασι κόσμῳ οὐδενὶ ἐλοιδοροῦντο. Ῥοδοῦλφός τε τὴν ὕβριν ὡς ἥκιστα φέρων ἐπὶ Λαγγοβάρδας οὐδὲν ἀδικοῦντας ἐστράτευσεν, οὔτε τινὰ σφίσιν ἁμαρτάδα ἐπενεγκὼν οὔτε λύσιν τινὰ τῶν ξυγκειμένων σκηψάμενος,