Ancient Greek · ~2 min
Book 6, Chapter 14
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.14.13
Not analysed yet
ἀλλὰ πόλεμον ἐπιφέρων αἰτίαν οὐκ ἔχοντα. ὅπερ ἐπειδὴ Λαγγοβάρδαι ἀκοῇ ἔλαβον, πέμψαντες παρὰ τὸν Ῥοδοῦλφον ἀνεπυνθάνοντο καὶ τὴν αἰτίαν ἠξίουν εἰπεῖν ἧς δὴ ἕνεκα Ἔρουλοι ἐν ὅπλοις ἐπ’ αὐτοὺς ἴοιεν, ὁμολογοῦντες, εἰ μέν τι ἀπεστερήκασι τοῦ φόρου, ἀλλ’ αὐτίκα μάλα ξὺν μεγάλῳ αὐτὸ ἀποτίσειν· εἰ δὲ μέμφονται μέτριον σφίσι τετάχθαι τὸν φόρον, ἀλλὰ μείζω ποιήσειν αὐτὸν οὐ μήποτε Λαγγοβάρδαι ὀκνηροὶ ἔσονται.