Ancient Greek · ~7 min
6.14.14 to 6.14.24
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.14.14-24
Not analysed yet
ταῦτα μὲν τοὺς πρέσβεις προτεινομένους ξὺν ἀπειλῇ ὁ Ῥοδοῦλφος ἀποπεμψάμενος πρόσω ἤλαυνεν. οἱ δὲ καὶ αὖθις πρέσβεις ἑτέρους πρὸς αὐτὸν στείλαντες περὶ τῶν αὐτῶν πολλὰ λιπαροῦντες ἱκέτευον. οὕτω δὲ καὶ τῶν δευτέρων ἀπαλλαγέντων τρίτοι πρέσβεις παρ’ αὐτὸν ἥκοντες ἀπεῖπον Ἐρούλους πόλεμον ἀπροφάσιστον μηδαμῶς σφίσιν ἐπενεγκεῖν. ἢν γὰρ ἐκεῖνοι γνώμῃ τοιαύτῃ ἐπ’ αὐτοὺς ἴωσι, καὶ αὐτοὶ οὐχ ἑκούσιοι, ἀλλ’ ὡς μάλιστα ἠναγκασμένοι, ἀντιτάξονται τοῖς ἐπιοῦσι, μαρτυράμενοι τὸν θεόν, οὗπερ τῆς ῥοπῆς καὶ βραχεῖά τις τὸ παράπαν ἰκμὰς πάσῃ τῇ ἀνθρώπων δυνάμει ἀντίξους ἔσται· αὐτόν τε εἰκὸς ταῖς τοῦ πολέμου αἰτίαις ἠγμένον ἀμφοτέροις πρυτανεῦσαι τῆς μάχης τὸ πέρας. οἱ μὲν ταῦτα εἶπον, δεδίσσεσθαι ταύτῃ τοὺς ἐπιόντας οἰόμενοι, Ἔρουλοι δέ, ὑποστειλάμενοι τῶν πάντων οὐδέν, Λαγγοβάρδαις ἔγνωσαν ἐς χεῖρας ἰέναι. ἡνίκα δὲ ἀμφότεροι ἄγχιστά πη ἀλλήλων ἐγένοντο, τὸν μὲν ὕπερθεν Λαγγοβαρδῶν ἀέρα ξυνέβαινε μελαίνῃ τινὶ νεφέλῃ καὶ ἐς ἄγαν παχείᾳ καλύπτεσθαι, ὑπὲρ δὲ τοὺς Ἐρούλους αἰθρίαν ὑπερφυῶς εἶναι. οἷς δὴ τεκμηριούμενος εἴκασεν ἄν τις ἐπὶ τῷ σφῶν πονηρῷ ἐς τὴν ξυμβολὴν Ἐρούλους ἰέναι· οὐ γάρ τι τούτου πικρότερον βαρβάροις τέρας εἰς μάχην καθισταμένοις οἷόν τε εἶναι. οὐ μέντοι οὐδὲ τούτῳ Ἔρουλοι προσεῖχον τὸν νοῦν, ἀλλὰ παντάπασιν ἀφροντιστήσαντες πολλῷ τῷ καταφρονήματι ἐπὶ τοὺς πολεμίους ἐχώρουν, πλήθει ὁμίλου τὸ τοῦ πολέμου σταθμώμενοι πέρας. ἐπεὶ δὲ ἡ μάχη ἐν χερσὶ γέγονε, θνήσκουσι μὲν τῶν Ἐρούλων πολλοί, θνήσκει δὲ καὶ Ῥοδοῦλφος αὐτός, οἵ τε ἄλλοι πάντες φεύγουσιν ἀνὰ κράτος, οὐδεμιᾶς ἀλκῆς μεμνημένοι. καὶ τῶν πολεμίων σφίσιν ἐπισπομένων οἱ μὲν πλεῖστοι αὐτοῦ ἔπεσον, ὀλίγοι δέ τινες διεσώθησαν. Διὸ δὴ ἐνδιατρίβειν ἤθεσι τοῖς πατρῴοις οὐκέτι εἶχον, ἀλλ’ ἐνθένδε ὅτι τάχιστα ἐξαναστάντες ἐπίπροσθεν ἀεὶ ἐχώρουν, τὴν γῆν ξύμπασαν ἣ ἐκτὸς Ἴστρου ποταμοῦ ἐστι ξύν τε παισὶ καὶ γυναιξὶ περιιόντες. ἐπεὶ δὲ ἀφίκοντο ἐς χώραν οὗ δὴ Ῥογοὶ τὸ παλαιὸν ᾤκηντο, οἳ τῷ Γότθων στρατῷ ἀναμιχθέντες ἐς Ἰταλίαν ἐχώρησαν, ἐνταῦθα ἱδρύσαντο.