Ancient Greek · ~7 min
6.16.1 to 6.16.9
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.16.1-9
Not analysed yet
Βελισάριος δὲ καὶ Ναρσῆς ξὺν ἀμφοτέροις στρατεύμασιν ἀλλήλοις ἀνεμίγνυντο ἀμφὶ πόλιν Φίρμον, ἣ κεῖται μὲν παρὰ τὴν ἠϊόνα τοῦ Ἰονίου κόλπου, ἀπέχει δὲ Αὐξίμου πόλεως ἡμέρας ὁδόν. ἐνταῦθα δὲ ξὺν πᾶσι τοῖς τοῦ στρατοῦ ἄρχουσιν ἐν βουλῇ ἐποιοῦντο, ὅπη ποτὲ σφίσι πρότερον ἐπὶ τοὺς πολεμίους ἰοῦσι μᾶλλον ξυνοίσει. ἤν τε γὰρ ἐπὶ τοὺς Ἀρίμινον πολιορκοῦντας χωρήσειαν, τοὺς ἐν Αὐξίμῳ ὑπώπτευον μὴ κατὰ νώτου ἰόντες σφᾶς τε καὶ Ῥωμαίους τοὺς ταύτῃ ᾠκημένους τὰ ἀνήκεστα, ὡς τὸ εἰκός, δράσωσι, καὶ ἀμφὶ τοῖς πολιορκουμένοις ἐδείμαινον μὴ τῇ ἀπορίᾳ τῶν ἀναγκαίων δεινόν τι πάθωσιν. οἱ μὲν οὖν πλεῖστοι Ἰωάννῃ χαλεπῶς ἔχοντες ἐποιοῦντο τοὺς λόγους. ἐπεκάλουν γάρ οἱ ὅτι θράσει τε ἀλογίστῳ καὶ χρημάτων πολλῶν ἔρωτι ἐς τόσον κινδύνου ἀφίκοιτο, καὶ οὐκ ἐν τάξει οὐδὲ ᾗ Βελισάριος ἐξηγεῖτο ἐῴη τὰ τοῦ πολέμου περαίνεσθαι. Ναρσῆς δὲ ʽκαὶ γάρ οἱ φίλτατος ἦν Ἰωάννης ἀνθρώπων ἁπάντων’ δείσας μὴ Βελισάριος πρὸς τὰ τοῖς ἄρχουσιν εἰρημένα ἐνδοὺς ἐν δευτέρῳ τὰ ἐν Ἀριμίνῳ πράγματα θῆται ἔλεξε τοιάδε· “Οὐκ ἐν τοῖς εἰωθόσι διαλογίζεσθε, ἄνδρες ἄρχοντες, οὐδὲ ὑπὲρ ὧν ἄν τις εἰκότως ἀμφιγνοήσειε τὴν βουλὴν ἔχετε, ἀλλ’ ἐν οἷς πάρεστι καὶ τοῖς ἐς πολέμου πεῖραν οὐδεμίαν ἐλθοῦσι τὴν αἵρεσιν αὐτοσχεδιάζουσιν ἑλέσθαι τὰ κρείσσω. εἰ μὲν γὰρ ὅ τε κίνδυνος ἐν ἴσῳ εἶναι δοκεῖ καὶ βλάβος ἑκατέρωθεν τοῖς γε ἀποτυχοῦσιν ἀντίπαλον. βουλεύεσθαί τε ἱκανῶς ἄξιον καὶ λογίσμῶν ἐπὶ πλεῖστον ἰοῦσιν οὕτω ποιεῖσθαι τὴν ὑπὲρ τῶν παρόντων διάγνωσιν. ἡμεῖς δὲ εἰ μὲν τὴν ἐς Αὔξιμον προσβολὴν ἐς ἄλλον τινὰ χρόνον ἀποθέσθαι βουλοίμεθα, τὴν ζημίαν ἐν τοῖς ἀναγκαίοις οὐδαμῶς ἕξομεν· τί γὰρ ἂν μεταξὺ τὸ διαλλάσσον εἴη; ἐν Ἀριμίνῳ δέ, ὡς τὸ εἰκός, σφαλέντες, εἰ μὴ λίαν πικρὸν εἰπεῖν ᾖ, τὴν Ῥωμαίων ἰσχὺν καταλύσομεν. εἰ μὲν οὖν Ἰωάννης ἐς τὰς σὰς ἐντολὰς ὕβρισεν, ἄριστε Βελισάριε, πολλήν γε τὴν δίκην ἔχεις παρ’ ἐκείνου λαβών, ἐπεί σοι πάρεστι σώζειν τε τὸν ἐπταικότα καὶ τοῖς πολεμίοις προΐεσθαι.