Ancient Greek · ~7 min
6.16.10 to 6.16.17
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.16.10-17
Not analysed yet
σκόπει δὲ μὴ τὰς ποινὰς ὧν Ἰωάννης ἀγνοήσας ἥμαρτε παρὰ βασιλέως τε καὶ ἡμῶν λάβῃς. εἰ γὰρ νῦν Ἀρίμινον ἐξέλωσι Γότθοι, στρατηγόν τε αὐτοῖς Ῥωμαίων δραστήριον καὶ στράτευμα ὅλον καὶ πόλιν κατήκοον βασιλεῖ δορυάλωτον πεποιῆσθαι ξυμβήσεται. καὶ οὐκ ἄχρι τούτου στήσεται τὸ δεινόν, ἀλλὰ καὶ ξύμπασαν καταστῆσαι τὴν τοῦ πολέμου δυνήσεται τύχην. οὑτωσὶ γὰρ λογίζου περὶ τῶν πολεμίων, ὡς πλήθει μὲν στρατιωτῶν ἔτι καὶ νῦν ἡμῶν παρὰ πολὺ προὔχουσιν, ἐς ἀνανδρίαν δὲ οἷς πολλάκις ἐσφάλησαν ἐμπεπτώκασιν. εἰκότως· τὸ γὰρ τῆς τύχης ἐναντίωμα πᾶσαν αὐτῶν τὴν παρρησίαν ἀφείλετο. ἢν τοίνυν ἐν τῷ παρόντι εὐημερήσωσι, τό τε φρόνημα οὐκ ἐς μακρὰν ἀπολήψονται καὶ τὸ λοιπὸν οὐκ ἐξ ἀντιπάλου μόνον ἡμῖν τῆς τόλμης, ἀλλὰ καὶ πολλῷ μειζόνως τὸν πόλεμον τόνδε διοίσουσι. φιλοῦσι γὰρ οἱ τῶν δυσκόλων ἀπαλλασσόμενοι τῶν οὔπω δεδυστυχηκότων ἀμείνους ἀεὶ τὰς γνώμας εἶναι.” Ναρσῆς μὲν τοσαῦτα εἶπε. Στρατιώτης δέ τις ἐξ Ἀριμίνου λαθὼν τῶν βαρβάρων τὴν φυλακὴν ἔς τε τὸ στρατόπεδον ἦλθε καὶ Βελισαρίῳ γράμματα ἔδειξεν ἃ πρὸς αὐτὸν Ἰωάννης ἔγραψεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Ἅπαντα ἡμᾶς τὰ ἐπιτήδεια χρόνου πολλοῦ ἐπιλελοιπέναι καὶ τὸ λοιπὸν μήτε πρὸς τὸν δῆμον ἀντέχειν ἡμᾶς ἴσθι μήτε τοὺς ἐπιόντας ἀμύνεσθαι οἵους τε εἶναι, ἀλλ’ ἑπτὰ ἡμερῶν ἀκουσίους ἡμᾶς τε αὐτοὺς καὶ πόλιν τήνδε τοῖς πολεμίοις ἐγχειριεῖν· περαιτέρω γὰρ βιάζεσθαι τὴν παροῦσαν ἀνάγκην ἥκιστα ἔχομεν, ἥνπερ ἀπολογεῖσθαι ὑπὲρ ἡμῶν, ἤν τι οὐκ εὐπρεπὲς δράσωμεν, ἀξιόχρεων οἶμαι.” Ἰωάννης μὲν ἔγραψεν ὧδε. Βελισάριος δὲ διηπορεῖτό τε καὶ ἐς ἀμηχανίαν ἐπὶ πλεῖστον ἐξέπιπτε. περί τε γὰρ τοῖς πολιορκουμένοις ἐδείμαινε καὶ τοὺς ἐν Αὐξίμῳ πολεμίους ὑπώπτευε δῃώσειν μὲν ἀδεέστερον ἅπαντα περιιόντας τὰ ἐκείνῃ χωρία, σφῶν δὲ κατόπισθεν τὸ στρατόπεδον ἐνεδρεύσοντας, ἄλλως τε καὶ ἡνίκα ἂν τοῖς ἐναντίοις προσμίξειαν, πολλά τε κακὰ καὶ ἀνήκεστα, ὡς τὸ εἰκός, διεργάσεσθαι.