Ancient Greek · ~7 min
6.17.1 to 6.17.9
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.17.1-9
Not analysed yet
Ἐνταῦθά μοι ἰδεῖν θέαμα ξυνηνέχθη τοιόνδε. ἡνίκα ὁ ξὺν τῷ Ἰωάννῃ στρατὸς ἐς Πικηνοὺς ἦλθε, γέγονεν, ὡς τὸ εἰκός, ταραχή τις πολλὴ τοῖς ταύτῃ ἀνθρώποις. τῶν τε γυναικῶν αἱ μὲν ἔφευγον ἐξαπιναίως ὅπη αὐτῶν ἑκάστῃ δυνατὰ ἐγεγόνει, αἱ δὲ καταλαμβανόμεναι ἤγοντο κόσμῳ οὐδενὶ πρὸς τῶν ἐντυχόντων. ἐν τούτῳ οὖν τῷ χωρίῳ μία τις γυνὴ ἀρτίως τεκοῦσα καὶ τὸ παιδίον ἀπολιποῦσα ἐν τοῖς σπαργάνοις ἔτυχε ἐπὶ γῆς κείμενον, καὶ εἴτε φευγουσα εἴτε ὑφ’ ὁτουοῦν καταληφθεῖσα ἐνταῦθα ἐπανήκειν οὐκέτι ἔσχεν· ἀφανισθῆναι γὰρ αὐτῇ δηλονότι ἢ ἐξ ἀνθρώπων ἢ ἐξ Ἰταλίας ξυνέπεσε. τὸ μὲν οὖν παιδίον ἐν ταύτῃ δὴ τῇ ἐρημίᾳ γεγονὸς ἔκλαιεν. αἲξ δὲ αὐτὸ μία ἰδοῦσα ᾠκτίζετό τε καὶ πλησίον ἀφικομένη ʽἔναγχος γὰρ τεκοῦσα καὶ αὐτὴ ἔτυχἐ τὸν τιτθὸν ἐδίδου καὶ τὸ παιδίον ξὺν ἐπιμελείᾳ ἐφύλασσε, μὴ κύων ἤ τι θηρίον αὐτὸ λυμάνηται. χρόνου τε τῇ ταραχῇ τριβέντος συχνοῦ τούτου δὴ τοῦ τιτθοῦ ἐπὶ πλεῖστον μεταλαχεῖν τὸ παιδίον ξυνέβη. γνωσθὲν δὲ Πικηνοῖς ὕστερον ὅτι δὴ ὁ βασιλέως στρατὸς ἐπὶ Γότθων μὲν τῷ πονηρῷ ἐνταῦθα ἥκοι, Ῥωμαῖοι δὲ οὐ πείσονται οὐδὲν πρὸς αὐτοῦ ἄχαρι, ἐπανῆλθον εὐθὺς οἴκαδε ἅπαντες. ἔν τε Οὐρβισαλίᾳ ξὺν τοῖς ἀνδράσιν αἱ γυναῖκες γενόμεναι, ὅσαι γένος Ῥωμαῖαι ἦσαν, ἐπειδὴ τὸ παιδίον ἐν τοῖς σπαργάνοις περιὸν εἶδον, τὸ γεγονὸς ξυμβάλλειν οὐδαμῆ ἔχουσαι ἐν θαύματι μεγάλῳ ὅτι δὴ βιῴη πεποίηνται. καὶ τὸν τιτθὸν ἑκάστη ἐδίδου αἳ δὴ πρὸς τοῦτο ἐπιτηδείως ἔχουσαι ἔτυχον. ἀλλ’ οὔτε τὸ παιδίον ἀνθρώπειον γάλα ἔτι προσίετο καὶ ἡ αἲξ αὐτοῦ μεθίεσθαι ἥκιστα ἤθελεν, ἀλλὰ μηκωμένη ἀμφὶ τὸ παιδίον ἐνδελεχέστατα, δεινὰ τοῖς παροῦσιν ἐδόκει ποιεῖσθαι, ὅτι τῷ παιδίῳ ἄγχιστα αἱ γυναῖκες ἰοῦσαι οὕτω δὴ αὐτὸ ἐνοχλοῖεν, τό τε ξύμπαν εἰπεῖν μεταποιεῖσθαι ὡς οἰκείου τοῦ βρέφους ἠξίου. καὶ ἀπ’ αὐτοῦ αἵ τε γυναῖκες τὸ παιδίον οὐκέτι ἠνώχλουν καὶ ἡ αἲξ ἀδεέστερον ἔτρεφέ τε καὶ τὰ ἄλλα ἐπιμελομένη ἐφύλαττε. διὸ δὴ Αἴγισθον οἱ ἐπιχώριοι τοῦτο δὴ τὸ παιδίον ἐκάλουν.