Ancient Greek · ~7 min
6.17.10 to 6.17.19
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 6.17.10-19
Not analysed yet
καὶ ἡνίκα μοι ἐπιδημεῖν ἐνταῦθα ξυνέβη, ἐπίδειξιν τοῦ παραλόγου ποιούμενοι παρά τε τὸ παιδίον ἦγον καὶ αὐτὸ ἐξεπίτηδες, ἵνα βοᾷ, ἐλύπουν. καὶ τὸ μὲν τοῖς λυποῦσιν ἀχθόμενον ἔκλαεν, ἀκούσασα δὲ ἡ αἲξ ʽδιεστήκει γὰρ αὐτοῦ ὅσον λίθου βολὴν’ δρόμῳ τε καὶ μηκηθμῷ ἐχομένη πολλῷ παρ’ αὐτὸ ᾔει, ὕπερθέν τε αὐτοῦ ἐλθοῦσα ἔστη, ὡς μή τις αὐτὸ λυπεῖν τὸ λοιπὸν δύνηται. τὰ μὲν οὖν ἀμφὶ τῷ Αἰγίσθῳ τούτῳ τοιαῦτά ἐστι. Βελισάριος δὲ διὰ τῶν ταύτῃ ὀρῶν ἐχώρει. πλήθει γὰρ παρὰ πολὺ ἐλασσούμενος τῶν ἐναντίων οὐκ ἤθελεν αὐτοῖς ἐκ τοῦ εὐθέος εἰς χεῖρας ἰέναι, ἐπεὶ καὶ θανατῶντας τοῖς ξυμπεσοῦσι τοὺς βαρβάρους ἑώρα· ᾤετο δὲ αὐτούς, ἐπειδὰν τάχιστα πύθωνται πανταχόθεν σφίσι πολεμίων ἐπιέναι στρατόν, ἀλκῆς ἂν οὐδεμιᾶς μνησθῆναι, ἀλλ’ αὐτίκα δὴ μάλα ἐς φυγὴν τρέψεσθαι. καὶ ἔτυχέ γε τῆς ἀληθοῦς δόξης, οὐκ ἔξω τοῦ ἐσομένου ὑποτοπήσας. ἐπειδὴ γὰρ ἐν τοῖς ὄρεσιν ἐγένοντο, ὅσον Ἀριμίνου ἀπέχειν ἡμέρας ὁδόν, Γότθοις τισὶν ὀλίγοις κατά τινα χρείαν ὁδῷ πορευομένοις ἐνέτυχον. οἳ δὴ ἐκ τοῦ ἀπροσδοκήτου πολεμίων περιπεπτωκότες στρατῷ ἐκτρέπεσθαι τῆς ὁδοῦ οὐδαμῆ ἴσχυσαν, ἕως παρὰ τῶν ἔμπροσθεν ἰόντων βαλλόμενοι οἱ μὲν αὐτοῦ ἔπεσον, οἱ δὲ τραυματίαι γεγενημένοι ἐπί τινας τῶν ἐκείνῃ σκοπέλων ἀναδραμόντες διέλαθον. ὅθεν σκοπούμενοι τὸν Ῥωμαίων στρατὸν ἐς πάσας δυσχωρίας ξυρρέοντας, πολλῷ πλείονας τοῦ ἀληθοῦς μέτρου ὑπετόπαζον εἶναι. ἔνθα δὴ καὶ τὰ Βελισαρίου σημεῖα ἰδόντες, αὐτὸν ἐξηγεῖσθαι ταύτῃ τῇ στρατιᾷ ἔγνωσαν. νύξ τε ἐπέλαβε, καὶ αὐτοῦ μὲν Ῥωμαῖοι ηὐλίσαντο, τῶν δὲ Γότθων οἱ τραυματίαι λάθρα ἐπὶ τὸ τοῦ Οὐιττίγιδος στρατόπεδον ᾔεσαν. οὗ δὴ ἀμφὶ μέσην ἡμέραν γενόμενοι τάς τε πληγὰς ἐπεδείκνυον καὶ Βελισάριον σφίσι ξὺν στρατῷ κρείσσονι ἢ ἀριθμεῖσθαι ὅσον οὔπω παρέσεσθαι ἰσχυρίζοντο. οἱ δὲ παρεσκευάζοντο μὲν ὡς ἐς μάχην πρὸς βορρᾶν ἄνεμον Ἀριμίνου πόλεως τετραμμένοι ʽταύτῃ γὰρ ᾤοντο τοὺς πολεμίους ἀφίξεσθαἰ, ἀεί τε ἐς τοῦ ὄρους τὰ ἄκρα ἔβλεπον ἅπαντες.